Psalm of Solomon 11

           

1 σαλπίσατε ἐν σιων ἐν σάλπιγγι σημασίας ἁγίων κηρύξατε ἐν ιερουσαλημ φωνὴν εὐαγγελιζομένου ὅτι ἠλέησεν ὁ θεὸς ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν

2 στῆθι ιερουσαλημ ἐφ' ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου

3 ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός

4 ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν

5 οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός

6 ἵνα παρέλθῃ ισραηλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν

7 ἔνδυσαι ιερουσαλημ τὰ ἱμάτια τῆς δόξης σου ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι

8 ποιήσαι κύριος ἃ ἐλάλησεν ἐπὶ ισραηλ καὶ ιερουσαλημ ἀναστήσαι κύριος τὸν ισραηλ ἐν ὀνόματι δόξης αὐτοῦ

9 τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι πσσολ τῷ σαλωμων ἐν γλώσσῃ παρανόμων


Přeložit: