Numbers 34

Studovat vnitřní smysl

           

1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

2 ἔντειλαι τοῖς υἱοῖς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ χανααν σὺν τοῖς ὁρίοις αὐτῆς

3 καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου σιν ἕως ἐχόμενον εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν

4 καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν ακραβιν καὶ παρελεύσεται σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα καδης τοῦ βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν αραδ καὶ παρελεύσεται ασεμωνα

5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ ασεμωνα χειμάρρουν αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα

6 καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης

7 καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος

8 καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια σαραδα

9 καὶ ἐξελεύσεται τὰ ὅρια δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ

10 καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ ασερναιν σεπφαμα

11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ σεπφαμ αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια βηλα ἐπὶ νώτου θαλάσσης χεναρα ἀπὸ ἀνατολῶν

12 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ

13 καὶ ἐνετείλατο μωυσῆς τοῖς υἱοῖς ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς μανασση

14 ὅτι ἔλαβεν φυλὴ υἱῶν ρουβην καὶ φυλὴ υἱῶν γαδ κατ' οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν

15 δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ ιορδάνου κατὰ ιεριχω ἀπὸ νότου κατ' ἀνατολάς

16 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

17 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν ελεαζαρ ὁ ἱερεὺς καὶ ἰησοῦς ὁ τοῦ ναυη

18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν

19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς ιουδα χαλεβ υἱὸς ιεφοννη

20 τῆς φυλῆς συμεων σαλαμιηλ υἱὸς εμιουδ

21 τῆς φυλῆς βενιαμιν ελδαδ υἱὸς χασλων

22 τῆς φυλῆς δαν ἄρχων βακχιρ υἱὸς εγλι

23 τῶν υἱῶν ιωσηφ φυλῆς υἱῶν μανασση ἄρχων ανιηλ υἱὸς ουφι

24 τῆς φυλῆς υἱῶν εφραιμ ἄρχων καμουηλ υἱὸς σαβαθα

25 τῆς φυλῆς ζαβουλων ἄρχων ελισαφαν υἱὸς φαρναχ

26 τῆς φυλῆς υἱῶν ισσαχαρ ἄρχων φαλτιηλ υἱὸς οζα

27 τῆς φυλῆς υἱῶν ασηρ ἄρχων αχιωρ υἱὸς σελεμι

28 τῆς φυλῆς νεφθαλι ἄρχων φαδαηλ υἱὸς βεναμιουδ

29 οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς ισραηλ ἐν γῇ χανααν

  
   Studovat vnitřní smysl

Explanation of Numbers 34      

Napsal(a) Henry MacLagan

Verses 1-5. Concerning the extension and limits of good and truth in the heavenly state, and first as to those who are in the light of truth and constitute the spiritual heaven.

Verse 6. Secondly, as to those in the obscurity of good constituting the Internal of the ultimate heaven.

Verses 7-9. Thirdly, as to those in the obscurity of truth and constitute the External of the ultimate heaven.

Verses 10-12. And fourthly, as to those in celestial good and constitute the inmost heaven.

Verses 13-15. There is continual influx from the Lord by Divine Truth, giving the perception to the man of the church that the heavenly life is provided for him by the Lord, and is given to all in whom there is fullness of the conjunction of Divine Good and Truth.

Verses 16-29. And every one enjoys his life in Externals according to his state as to good and truth internally.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 1585, 3708, 3858, 3862

Apocalypse Revealed 349, 352


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 431, 435

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 35:22, 23

Exodus 23:31

Numbers 13:1, 3, 4, 6, 21, 26:55, 32:32, 33

Deuteronomy 1:38, 3:17, 34:2

Joshua 11:2, 23, 12:3, 13:1, 5, 7, 27, 14:1, 15:1, 5, 11, 12, 19:51, 21:43

Judges 1:36

2 Samuel 8:9

1 Kings 65

2 Kings 14:25, 23:33

1 Chronicles 13:5, 27:27

Ezekiel 47:13

Daniel 11:45

Luke 5:1


Přeložit: