Numbers 23

Studovat vnitřní smysl
← Numbers 22   Numbers 24 →         

1 καὶ εἶπεν βαλααμ τῷ βαλακ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς

2 καὶ ἐποίησεν βαλακ ὃν τρόπον εἶπεν αὐτῷ βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν

3 καὶ εἶπεν βαλααμ πρὸς βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ ἀναγγελῶ σοι καὶ παρέστη βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ καὶ βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν

4 καὶ ἐφάνη ὁ θεὸς τῷ βαλααμ καὶ εἶπεν πρὸς αὐτὸν βαλααμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν

5 καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα βαλααμ καὶ εἶπεν ἐπιστραφεὶς πρὸς βαλακ οὕτως λαλήσεις

6 καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες μωαβ μετ' αὐτοῦ

7 καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ' αὐτῷ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἐκ μεσοποταμίας μετεπέμψατό με βαλακ βασιλεὺς μωαβ ἐξ ὀρέων ἀπ' ἀνατολῶν λέγων δεῦρο ἄρασαί μοι τὸν ιακωβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν ισραηλ

8 τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός

9 ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται

10 τίς ἐξηκριβάσατο τὸ σπέρμα ιακωβ καὶ τίς ἐξαριθμήσεται δήμους ισραηλ ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων

11 καὶ εἶπεν βαλακ πρὸς βαλααμ τί πεποίηκάς μοι εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν

12 καὶ εἶπεν βαλααμ πρὸς βαλακ οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου τοῦτο φυλάξω λαλῆσαι

13 καὶ εἶπεν πρὸς αὐτὸν βαλακ δεῦρο ἔτι μετ' ἐμοῦ εἰς τόπον ἄλλον ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν ἀλλ' ἢ μέρος τι αὐτοῦ ὄψῃ πάντας δὲ οὐ μὴ ἴδῃς καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν

14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν

15 καὶ εἶπεν βαλααμ πρὸς βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν

16 καὶ συνήντησεν ὁ θεὸς τῷ βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν ἀποστράφητι πρὸς βαλακ καὶ τάδε λαλήσεις

17 καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες μωαβ μετ' αὐτοῦ καὶ εἶπεν αὐτῷ βαλακ τί ἐλάλησεν κύριος

18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀνάστηθι βαλακ καὶ ἄκουε ἐνώτισαι μάρτυς υἱὸς σεπφωρ

19 οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι αὐτὸς εἴπας οὐχὶ ποιήσει λαλήσει καὶ οὐχὶ ἐμμενεῖ

20 ἰδοὺ εὐλογεῖν παρείλημμαι εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω

21 οὐκ ἔσται μόχθος ἐν ιακωβ οὐδὲ ὀφθήσεται πόνος ἐν ισραηλ κύριος ὁ θεὸς αὐτοῦ μετ' αὐτοῦ τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ

22 θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ

23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν ιακωβ οὐδὲ μαντεία ἐν ισραηλ κατὰ καιρὸν ῥηθήσεται ιακωβ καὶ τῷ ισραηλ τί ἐπιτελέσει ὁ θεός

24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν καὶ αἷμα τραυματιῶν πίεται

25 καὶ εἶπεν βαλακ πρὸς βαλααμ οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν

26 καὶ ἀποκριθεὶς βαλααμ εἶπεν τῷ βαλακ οὐκ ἐλάλησά σοι λέγων τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ θεός τοῦτο ποιήσω

27 καὶ εἶπεν βαλακ πρὸς βαλααμ δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν

28 καὶ παρέλαβεν βαλακ τὸν βαλααμ ἐπὶ κορυφὴν τοῦ φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον

29 καὶ εἶπεν βαλααμ πρὸς βαλακ οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς

30 καὶ ἐποίησεν βαλακ καθάπερ εἶπεν αὐτῷ βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν

← Numbers 22   Numbers 24 →
   Studovat vnitřní smysl

Explanation of Numbers 23      

Napsal(a) Henry MacLagan

Verses 1-6. On the false worship of those who are in adulterated good, from selfish love most external, in order that there may be, with the man of the true church, aversion from the Lord.

Verses 7-12. But the corrupted understanding which is internally in agreement with the depraved will, is compelled, nevertheless, externally, and yet truly, to show that the good man has conjunction with the Lord.

Verses 13-26. Secondly, the same false worship is continued with the same object; the will and understanding of the corrupted man are more closely conjoined in another state; and they receive revelation again contrary to their wish.

Verses 27-30. And, thirdly, they still desire to make a final effort to shake off the influence of the good and the true, in a state of the interior will, from which they discern that they are about to be quite desolated as to both.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 139, 587, 921, 1343, 1756, 1992, 2898, ...

Apocalypse Revealed 114, 241

Doctrine of the Sacred Scripture 51, 101, 103

True Christian Religion 226, 264, 265


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 140, 257, 278, 391

De Verbo (The Word) 15

Jiný komentář

  Příběhy:


  Biblická studia:  (see all)



Skočit na podobné biblické verše

Genesis 13:16, 26:3

Exodus 4:15, 12:41, 51, 33:16

Leviticus 9:24

Numbers 6:27, 14:35, 16:3, 21:20, 22:5, 6, 8, 41, 23:1, 2, 3, 12, 26, 29, 30, 24:8, 9, 10, 31:8

Deuteronomy 3:24, 18:18, 33:17, 28, 34:1

Joshua 21:45

Judges 3:20

1 Samuel 12, 17, 15:29, 25:28

1 Kings 14:11

2 Kings 7:2

1 Chronicles 17:27

Esther 3:8

Job 39:10, 11, 42:8

Psalms 49:5, 77:9, 89:35, 99:2, 132:11, 135:21

Proverbs 26:2

Isaiah 12:6, 21:17, 33:21, 44:25

Jeremiah 4:28

Ezekiel 48:35

Hosea 11:9

Joel 2:27

Micah 7:14

Habakkuk 2:3

Matthew 15

Romans 4:7, 9:6

2 Timothy 2:13

Titus 1:2

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Balaam
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3


Přeložit: