Numbers 10

Studovat vnitřní smysl
← Numbers 9   Numbers 11 →         

1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

2 ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς ἐλατὰς ποιήσεις αὐτάς καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς

3 καὶ σαλπίσεις ἐν αὐταῖς καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου

4 ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσιν προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ ισραηλ

5 καὶ σαλπιεῖτε σημασίαν καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς

6 καὶ σαλπιεῖτε σημασίαν δευτέραν καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα καὶ σαλπιεῖτε σημασίαν τρίτην καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν καὶ σαλπιεῖτε σημασίαν τετάρτην καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν

7 καὶ ὅταν συναγάγητε τὴν συναγωγήν σαλπιεῖτε καὶ οὐ σημασίᾳ

8 καὶ οἱ υἱοὶ ααρων οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν

9 ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν καὶ σημανεῖτε ταῖς σάλπιγξιν καὶ ἀναμνησθήσεσθε ἔναντι κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν

10 καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασιν καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ θεοῦ ὑμῶν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν

11 καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου

12 καὶ ἐξῆραν οἱ υἱοὶ ισραηλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ σινα καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ φαραν

13 καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς κυρίου ἐν χειρὶ μωυσῆ

14 καὶ ἐξῆραν τάγμα παρεμβολῆς υἱῶν ιουδα πρῶτοι σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν ναασσων υἱὸς αμιναδαβ

15 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν ισσαχαρ ναθαναηλ υἱὸς σωγαρ

16 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν ζαβουλων ελιαβ υἱὸς χαιλων

17 καὶ καθελοῦσιν τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ γεδσων καὶ οἱ υἱοὶ μεραρι αἴροντες τὴν σκηνήν

18 καὶ ἐξῆραν τάγμα παρεμβολῆς ρουβην σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν ελισουρ υἱὸς σεδιουρ

19 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν συμεων σαλαμιηλ υἱὸς σουρισαδαι

20 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν γαδ ελισαφ ὁ τοῦ ραγουηλ

21 καὶ ἐξαροῦσιν οἱ υἱοὶ κααθ αἴροντες τὰ ἅγια καὶ στήσουσιν τὴν σκηνήν ἕως παραγένωνται

22 καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς εφραιμ σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν ελισαμα υἱὸς εμιουδ

23 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν μανασση γαμαλιηλ ὁ τοῦ φαδασσουρ

24 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν βενιαμιν αβιδαν ὁ τοῦ γαδεωνι

25 καὶ ἐξαροῦσιν τάγμα παρεμβολῆς υἱῶν δαν ἔσχατοι πασῶν τῶν παρεμβολῶν σὺν δυνάμει αὐτῶν καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν αχιεζερ ὁ τοῦ αμισαδαι

26 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν ασηρ φαγαιηλ υἱὸς εχραν

27 καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν νεφθαλι αχιρε υἱὸς αιναν

28 αὗται αἱ στρατιαὶ υἱῶν ισραηλ καὶ ἐξῆραν σὺν δυνάμει αὐτῶν

29 καὶ εἶπεν μωυσῆς τῷ ιωβαβ υἱῷ ραγουηλ τῷ μαδιανίτῃ τῷ γαμβρῷ μωυσῆ ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπεν κύριος τοῦτον δώσω ὑμῖν δεῦρο μεθ' ἡμῶν καὶ εὖ σε ποιήσομεν ὅτι κύριος ἐλάλησεν καλὰ περὶ ισραηλ

30 καὶ εἶπεν πρὸς αὐτόν οὐ πορεύσομαι ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου

31 καὶ εἶπεν μὴ ἐγκαταλίπῃς ἡμᾶς οὗ εἵνεκεν ἦσθα μεθ' ἡμῶν ἐν τῇ ἐρήμῳ καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης

32 καὶ ἔσται ἐὰν πορευθῇς μεθ' ἡμῶν καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἐὰν ἀγαθοποιήσῃ κύριος ἡμᾶς καὶ εὖ σε ποιήσομεν

33 καὶ ἐξῆραν ἐκ τοῦ ὄρους κυρίου ὁδὸν τριῶν ἡμερῶν καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν

34 καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπεν μωυσῆς ἐξεγέρθητι κύριε διασκορπισθήτωσαν οἱ ἐχθροί σου φυγέτωσαν πάντες οἱ μισοῦντές σε

35 καὶ ἐν τῇ καταπαύσει εἶπεν ἐπίστρεφε κύριε χιλιάδας μυριάδας ἐν τῷ ισραηλ

36 καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ' αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς

← Numbers 9   Numbers 11 →
   Studovat vnitřní smysl

Explanation of Numbers 10      

Napsal(a) Henry MacLagan

Verses 1-10. Concerning revelation from the Lord, that it is adapted to man in all his changes of state; and that it has relation to good, and truth, and their conjunction. Also that it is from Divine Good by Divine Truth; and that it is perpetual, being adequate to every state of conflict, and to every state of rest and peace.

Verses 11-13. Man's progress in regeneration is from a state of obscurity into a state of spiritual light.

Verses 14-17. It begins by a change as to the celestial things of love.

Verse 18-21. This causes changes as to its spiritual things successively, these proceeding from inmost affections to those which are relatively external.

Verses 22-24. It then follows that the inmost of the ultimate heaven, or of the natural degree, is affected, and makes progress in due order and subordination.

Verses 25-28. And, lastly, the external of the ultimate heaven, or of the natural degree, advances in a similar order and subordination; and thus the whole heaven, the whole church, or the whole individual, moves forward.

Verses 29-32. But not only so. For those who are in the truth of simple good, outside the church, are also influenced and make progress.

Verses 33-36. And, more than all, the Lord Himself is the Leader of His people, by means of the Word; while His church acknowledges that all progress is from Him, even through states of conflict into states of peace and rest continually.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 10038


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 85, 1676, 2714, 2788, 3186, 3708, 4236, ...

Apocalypse Revealed 226, 287, 397, 529, 862, 935, 939

Doctrine of Life 59, 60

True Christian Religion 284, 285, 382


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 55, 336, 412, 422, 502, 594, 700

Spiritual Experiences 1961

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 17:8, 21:21, 35:22, 23

Exodus 2:18, 21, 3:1, 6:8, 13:21, 18:27, 19:1, 40:38

Leviticus 25:9

Numbers 1:1, 5, 16, 51, 2:3, 9, 10, 16, 24, 31, 34, 4:15, 24, 7:2, 9:15, 17, 20, 23, 12:16, 13:3, 31:6, 33:15, 16

Deuteronomy 1:7, 33, 20:1

Joshua 6:4

Judges 1:16, 4:11

1 Samuel 3, 14:6, 15:6, 20:5

1 Kings 11:18

2 Chronicles 13:12, 14

Psalms 3:8, 68:2, 81:4, 90:13, 132:8

Jeremiah 4:5

Joel 2:1


Přeložit: