Leviticus 17

Studovat vnitřní smysl

Greek OT: LXX [A] Accented         

← Leviticus 16   Leviticus 18 →

1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

2 λάλησον πρὸς ααρων καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο κύριος λέγων

3 ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἐν τῇ παρεμβολῇ καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς

4 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας καὶ ὃς ἂν σφάξῃ ἔξω καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ ὥστε μὴ προσενέγκαι δῶρον κυρίῳ ἀπέναντι τῆς σκηνῆς κυρίου καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα αἷμα ἐξέχεεν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς

5 ὅπως ἀναφέρωσιν οἱ υἱοὶ ισραηλ τὰς θυσίας αὐτῶν ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις καὶ οἴσουσιν τῷ κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσιν θυσίαν σωτηρίου τῷ κυρίῳ αὐτά

6 καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας κυρίῳ

7 καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν

8 καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ισραηλ καὶ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν

9 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ κυρίῳ ἐξολεθρευθήσεται ὁ ἄνθρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ

10 καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν φάγῃ πᾶν αἷμα καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς

11 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται

12 διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς ισραηλ πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα

13 καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ισραηλ καὶ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν ὃ ἔσθεται καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ

14 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν καὶ εἶπα τοῖς υἱοῖς ισραηλ αἷμα πάσης σαρκὸς οὐ φάγεσθε ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν πᾶς ὁ ἔσθων αὐτὸ ἐξολεθρευθήσεται

15 καὶ πᾶσα ψυχή ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται

16 ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι καὶ λήμψεται ἀνόμημα αὐτοῦ

← Leviticus 16   Leviticus 18 →
   Studovat vnitřní smysl

Explanation of Leviticus 17      

Napsal(a) Henry MacLagan

Verses 1-5. There is revelation from the Lord to those who are in good and truth of every degree, that if they do not acknowledge that their power to worship is from Him through the heavens, they do violence to holy good and holy truth, because all genuine worship is really from good, in order that there may be harmony between the internal and external man

Verses 6-7. For such worship only, causes the conjunction of truth with good, removes worship from faith without charity, and is perpetual and eternal

Verses 8-9. And, therefore, any one who does not thus worship the Lord is separated from the church and from Divine truths

Verses 10-12. He who violates holy charity by mixing evils and falsities therewith averts himself from the Lord and separates himself from truths, because charity is the life of the church, and external worship ought to be in harmony with internal

Verses 13-16. Concerning the appropriation of good or truth from a principle of persuasion, from merely natural good, or from good contaminated by evil.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 9393


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1001, 1005, 1010, 3147, 3994, 4171, 4735, ...

Apocalypse Revealed 378, 379, 458, 781, 782, 939

Conjugial Love 315

Divine Love and Wisdom 379

True Christian Religion 670, 697, 706


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 79, 329, 365, 388, 412, 475, 586, ...

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 22:19, 30, 27:21, 30:33, 38

Leviticus 3:1, 2, 17, 4:25, 26, 11:24, 25, 27, 28, 31, 32, 39, 40, 20:5, 26:17

Numbers 19:20

Deuteronomy 12:5, 11, 13, 14, 23, 21:8, 32:17

Joshua 22:11, 16

1 Kings 3:2, 3

2 Chronicles 11:15

Psalms 106:37

Ezekiel 20:28, 24:7, 44:15

Acts of the Apostles 15:20

1 Corinthians 10:20

Hebrews 9:22


Přeložit: