Judges 1

Studovat vnitřní smysl

Greek OT: LXX [A] Accented         

← Joshua 24   Judges 2 →

1 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ ισραηλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς

2 καὶ εἶπεν κύριος ιουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γῆν ἐν τῇ χειρὶ αὐτοῦ

3 καὶ εἶπεν ιουδας τῷ συμεων ἀδελφῷ αὐτοῦ ἀνάβηθι μετ' ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ παραταξώμεθα πρὸς τοὺς χαναναίους καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύθη μετ' αὐτοῦ συμεων

4 καὶ ἀνέβη ιουδας καὶ παρέδωκεν κύριος τὸν χαναναῖον καὶ τὸν φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν καὶ ἔκοψαν αὐτοὺς ἐν βεζεκ εἰς δέκα χιλιάδας ἀνδρῶν

5 καὶ κατέλαβον τὸν αδωνιβεζεκ ἐν τῇ βεζεκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν χαναναῖον καὶ τὸν φερεζαῖον

6 καὶ ἔφυγεν αδωνιβεζεκ καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ κατελάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ

7 καὶ εἶπεν αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἄγουσιν αὐτὸν εἰς ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ

8 καὶ ἐπολέμουν οἱ υἱοὶ ιουδα τὴν ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί

9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ ιουδα τοῦ πολεμῆσαι πρὸς τὸν χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν

10 καὶ ἐπορεύθη ιουδας πρὸς τὸν χαναναῖον τὸν κατοικοῦντα ἐν χεβρων καὶ ἐξῆλθεν χεβρων ἐξ ἐναντίας καὶ τὸ ὄνομα ἦν χεβρων τὸ πρότερον καριαθαρβοξεφερ καὶ ἐπάταξαν τὸν σεσσι καὶ αχινααν καὶ θολμιν γεννήματα τοῦ ενακ

11 καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας δαβιρ τὸ δὲ ὄνομα τῆς δαβιρ ἦν ἔμπροσθεν καριαθσωφαρ πόλις γραμμάτων

12 καὶ εἶπεν χαλεβ ὃς ἐὰν πατάξῃ τὴν πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτῷ τὴν ασχα θυγατέρα μου εἰς γυναῖκα

13 καὶ προκατελάβετο αὐτὴν γοθονιηλ υἱὸς κενεζ ἀδελφοῦ χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ χαλεβ τὴν ασχα θυγατέρα αὐτοῦ εἰς γυναῖκα

14 καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν γοθονιηλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν καὶ ἐγόγγυζεν καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου εἰς γῆν νότου ἐκδέδοσαί με καὶ εἶπεν αὐτῇ χαλεβ τί ἐστίν σοι

15 καὶ εἶπεν αὐτῷ ασχα δὸς δή μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτῇ χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν

16 καὶ οἱ υἱοὶ ιοθορ τοῦ κιναιου τοῦ γαμβροῦ μωυσέως ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ιουδα ἥ ἐστιν ἐπὶ καταβάσεως αραδ καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ

17 καὶ ἐπορεύθη ιουδας μετὰ συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψεν τὸν χαναναῖον τὸν κατοικοῦντα σεφεκ καὶ ἐξωλέθρευσαν αὐτούς καὶ ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως ἀνάθεμα

18 καὶ οὐκ ἐκληρονόμησεν ιουδας τὴν γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν ἀσκαλῶνα οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν ακκαρων οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς

19 καὶ ἦν κύριος μετὰ ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἠδυνάσθησαν ἐξολεθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα ὅτι ρηχαβ διεστείλατο αὐτοῖς

20 καὶ ἔδωκαν τῷ χαλεβ τὴν χεβρων καθὼς ἐλάλησεν μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν ενακ

21 καὶ τὸν ιεβουσαῖον τὸν κατοικοῦντα ἐν ιερουσαλημ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ βενιαμιν καὶ κατῴκησεν ὁ ιεβουσαῖος μετὰ τῶν υἱῶν βενιαμιν ἐν ιερουσαλημ ἕως τῆς ἡμέρας ταύτης

22 καὶ ἀνέβησαν οἱ υἱοὶ ιωσηφ καί γε αὐτοὶ εἰς βαιθηλ καὶ κύριος ἦν μετ' αὐτῶν

23 καὶ παρενέβαλον καὶ κατεσκέψαντο βαιθηλ τὸ δὲ ὄνομα τῆς πόλεως αὐτῶν ἦν ἔμπροσθεν λουζα

24 καὶ εἶδον οἱ φυλάσσοντες καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος

25 καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν

26 καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν χεττιιν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς λουζα τοῦτο τὸ ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης

27 καὶ οὐκ ἐξῆρεν μανασση τὴν βαιθσαν ἥ ἐστιν σκυθῶν πόλις οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν θανακ οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας δωρ οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὸν κατοικοῦντα βαλακ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας μαγεδω οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας ιεβλααμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς καὶ ἤρξατο ὁ χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ

28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν ισραηλ καὶ ἐποίησεν τὸν χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν

29 καὶ εφραιμ οὐκ ἐξῆρεν τὸν χαναναῖον τὸν κατοικοῦντα ἐν γαζερ καὶ κατῴκησεν ὁ χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν γαζερ καὶ ἐγένετο εἰς φόρον

30 καὶ ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας κεδρων οὐδὲ τοὺς κατοικοῦντας δωμανα καὶ κατῴκησεν ὁ χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον

31 καὶ ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας ακχω καὶ ἐγένετο αὐτῷ εἰς φόρον καὶ τοὺς κατοικοῦντας δωρ καὶ τοὺς κατοικοῦντας σιδῶνα καὶ τοὺς κατοικοῦντας ααλαφ καὶ τὸν ασχαζι καὶ τὸν χελβα καὶ τὸν ναϊ καὶ τὸν ερεω

32 καὶ κατῴκησεν ὁ ασηρ ἐν μέσῳ τοῦ χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν

33 καὶ νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας βαιθσαμυς καὶ τοὺς κατοικοῦντας βαιθαναθ καὶ κατῴκησεν νεφθαλι ἐν μέσῳ τοῦ χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν οἱ δὲ κατοικοῦντες βαιθσαμυς καὶ τὴν βαιθενεθ ἐγένοντο αὐτοῖς εἰς φόρον

34 καὶ ἐξέθλιψεν ὁ αμορραῖος τοὺς υἱοὺς δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα

35 καὶ ἤρξατο ὁ αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες ἐν τῷ μυρσινῶνι καὶ ἐν θαλαβιν καὶ ἐβαρύνθη χεὶρ οἴκου ιωσηφ ἐπὶ τὸν αμορραῖον καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον

36 καὶ τὸ ὅριον τοῦ αμορραίου ἀπὸ τῆς ἀναβάσεως ακραβιν ἀπὸ τῆς πέτρας καὶ ἐπάνω

← Joshua 24   Judges 2 →
   Studovat vnitřní smysl

Exploring the Meaning of Judges 1      

Napsal(a) Rev. Julian Duckworth

Judges 1: The continuing conquest of Canaan.

The book of Judges follows on almost seamlessly from Joshua. It is called ‘Judges’ because a number of regional leaders arose and made judgments for the people, often actively defending Israel from outside oppression. A pattern emerges in Judges: Israel disobeys the Lord – an enemy oppresses Israel – the Lord raises a leader – the leader is victorious against the enemy – there is peace for a time – Israel disobeys the Lord again.

There were twelve judges in all, about whom we either hear very much or next to nothing. The number twelve (as with the twelve tribes of Israel, the twelve disciples, and other examples in the Word), stands for all the various aspects of spirituality that we need to understand, develop, and put to use. A clue is often found in the meaning of their names, because biblical names are nearly always linked to spiritual qualities, such as ‘courage’, or ‘one who walks with God’ (see Swedenborg’s work, Arcana Caelestia 10216).

The theme of this first chapter is the further conquest of the land. The Israelites asked the Lord, “Who shall go up and fight for us?” And the Lord said that the tribe of Judah would go, because the Lord had delivered the land into their hand. Judah then called on the tribe of Simeon to join them, and they won many battles against the Canaanites still in the land.

One Canaanite king, Adoni-bezek, fled and was captured by the Israelites, who then cut off his thumbs and big toes. Adoni-bezek said that God had dealt justice by punishing him, as he had previously cut off seventy kings’ thumbs and big toes, and they had to gather scraps of food under his table.

Then Caleb, a leader of Israel during the journey through the wilderness, said that the man who took Kirjath-sepher (Caleb’s inheritance city) from the Canaanites would marry his daughter, Achsah. Caleb’s nephew, Othniel, took the city and Achsah was given to him. Achsah asked her father for the blessing of springs of water, and Caleb gave her the upper and lower springs.

Next, spies were sent to Bethel. They met a man there, and said that if he directed them the entrance to the city, they would show him mercy. He helped them, and they took the city but showed mercy on the man and all his family. After all of this, the man built a new city called Luz in the land of the Hittites.

The chapter ends by listing the twelve tribes, as well as the Canaanite peoples who remained unsubdued in each of their territories.

*****

The overarching spiritual theme of Judges is the process of our regeneration. As the opening of Judges reminds us, there were still parts of the land and various tribes that Israel needed to conquer. In fact, the Israelites never finished driving enemies out of their land. In the same way, we need to control our inherited human nature, but it is never completely wiped out (see Swedenborg’s work, Divine Love and Wisdom 238).

During regeneration, we will discover deeper and subtler self-centered states in ourselves, which need to be mitigated. Each judge raised by the Lord stands for our determination to deal with these states, using the Word as a guide. This brings us a period of peace, followed by the start of another personal discovery.

When the Israelites chose which tribes would fight for them, it was no coincidence that they selected Judah and Simeon. Judah (who was a prominent tribe of Israel) and Simeon (who usually acts with another tribe) stand for the highest things in our spiritual life: our love for the Lord, and our obedience to the Lord’s Word. Choosing Judah and Simeon as our strength will always bring victory in our regeneration (see Arcana Caelestia 3654 and Apocalypse Explained 443).

The spiritual meaning in the story of Adoni-bezek is about taking away the power of our self-love, as cutting off thumbs and big toes makes hands and feet virtually useless. When we work on our lower nature, we are to minimize its control over us. It is the same with any influences from hell; their power must end. Adoni-bezek’s comment about doing the same to seventy kings vividly describes how self-love can only lead to our downfall (Arcana Caelestia 10062[4]).

The delightful story of Caleb, Achsah and Othniel illustrates that after battle, there is rest and reward. In the same way, we strengthen the ‘marriage’ of good and truth in us after overcoming spiritual struggles (see Swedenborg’s work, Divine Love and Wisdom 409). The springs of water given to Achsah stand for the truths which flow into our mind, both about the ‘upper’ things of the Lord and heaven, and those ‘lower’ ones about spiritual life and responsibility.

The episode about the man from Bethel means that when we open up our life to the Lord to allow Him to guide us, we become blessed (Arcana Caelestia 3928). Then our life can be re-built in very practical and good ways, represented by the Hittites.

The final mention of the Canaanites still in the land points to the continuing presence of our unregenerate qualities. Although we may progress through the work of regeneration, we are still human, and we will always have flaws left to improve on.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 66, 1408, 1574, 1616, 2799, 2838, 2909, ...

Apocalypse Revealed 367

True Christian Religion 614


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 458, 734

Coronis (An Appendix to True Christian Religion) 41

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 9:26, 49:8, 24

Exodus 18:1, 15

Leviticus 24:19, 20

Numbers 10:29, 14:45, 27:21, 34:4

Deuteronomy 2:23, 34:3, 4

Joshua 2:1, 12, 14, 24, 6:22, 23, 25, 11:21, 12:8, 14:9, 13, 15, 15:11, 13, 16, 63, 16:1, 2, 10, 17:11, 16, 18:21, 28, 19:15, 24, 28, 29, 30, 38, 42, 43, 47

Judges 1:8, 21, 27, 2:8, 9, 3:5, 9, 13, 4:3, 11, 9:24, 57, 14:19, 16:1, 18:1, 19:11, 20:18, 23, 27, 28

1 Samuel 10:22, 15:6, 33, 18:5, 12, 14, 30:15, 31:10

1 Kings 9:21, 16:31, 21:19, 22:5

2 Kings 18:7, 23:29

1 Chronicles 2:55

Psalms 106:34

Isaiah 33:1

Jeremiah 25:20

Zephaniah 3:19

Matthew 7:1, 15:27

Revelation 22:12

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Books of Joshua and Judges Multiple Choice Review
Review events from the books of Joshua and Judges with a multiple-choice activity.
Activity | Ages 9 - 13

 Caleb Gave Othniel His Daughter, Achsah, to Be His Wife
Coloring Page | Ages 7 - 14

 Chart of the Judges Review Activity
Review the Judges of Israel by completing a chart to show their enemies, enemy rulers, weapons and years of peace.
Activity | Ages 9 - 13

 Qualities of a Hero Review of Joshua and Judges
Identify heroes who showed courage, obedience to the Lord, strength and trust in the Lord. Choose additional qualities shown in Judges.
Activity | Ages 9 - 13

 Review of Joshua and Judges Crossword Puzzle
Review events from the books of Joshua and Judges by completing a crossword puzzle.
Activity | Ages 9 - 13


Přeložit: