Joshua 21

Studovat vnitřní smysl

Greek OT: LXX [A] Accented         

← Joshua 20   Joshua 22 →

1 καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν λευι πρὸς ελεαζαρ τὸν ἱερέα καὶ πρὸς ἰησοῦν τὸν τοῦ ναυη καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν ισραηλ

2 καὶ εἶπον πρὸς αὐτοὺς ἐν σηλω ἐν γῇ χανααν λέγοντες ἐνετείλατο κύριος ἐν χειρὶ μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν

3 καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ τοῖς λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν

4 καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ κααθ καὶ ἐγένετο τοῖς υἱοῖς ααρων τοῖς ἱερεῦσιν τοῖς λευίταις ἀπὸ φυλῆς ιουδα καὶ ἀπὸ φυλῆς συμεων καὶ ἀπὸ φυλῆς βενιαμιν κληρωτὶ πόλεις δέκα τρεῖς

5 καὶ τοῖς υἱοῖς κααθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς εφραιμ καὶ ἐκ τῆς φυλῆς δαν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση κληρωτὶ πόλεις δέκα

6 καὶ τοῖς υἱοῖς γεδσων ἀπὸ τῆς φυλῆς ισσαχαρ καὶ ἀπὸ τῆς φυλῆς ασηρ καὶ ἀπὸ τῆς φυλῆς νεφθαλι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση ἐν τῷ βασαν πόλεις δέκα τρεῖς

7 καὶ τοῖς υἱοῖς μεραρι κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς ρουβην καὶ ἀπὸ φυλῆς γαδ καὶ ἀπὸ φυλῆς ζαβουλων κληρωτὶ πόλεις δώδεκα

8 καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ τοῖς λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν ὃν τρόπον ἐνετείλατο κύριος τῷ μωυσῇ κληρωτί

9 καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν ιουδα καὶ ἡ φυλὴ υἱῶν συμεων καὶ ἀπὸ τῆς φυλῆς υἱῶν βενιαμιν τὰς πόλεις καὶ ἐπεκλήθησαν

10 τοῖς υἱοῖς ααρων ἀπὸ τοῦ δήμου τοῦ κααθ τῶν υἱῶν λευι ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος

11 καὶ ἔδωκεν αὐτοῖς τὴν καριαθαρβοκ μητρόπολιν τῶν ενακ αὕτη ἐστὶν χεβρων ἐν τῷ ὄρει ιουδα τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς

12 καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν ἰησοῦς τοῖς υἱοῖς χαλεβ υἱοῦ ιεφοννη ἐν κατασχέσει

13 καὶ τοῖς υἱοῖς ααρων τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι τὴν χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ

14 καὶ τὴν αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν τεμα καὶ τὰ ἀφωρισμένα αὐτῇ

15 καὶ τὴν γελλα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτῇ

16 καὶ ασα καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τανυ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων

17 καὶ παρὰ τῆς φυλῆς βενιαμιν τὴν γαβαων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτῇ

18 καὶ αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες

19 πᾶσαι αἱ πόλεις υἱῶν ααρων τῶν ἱερέων δέκα τρεῖς

20 καὶ τοῖς δήμοις υἱοῖς κααθ τοῖς λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν κααθ καὶ ἐγενήθη πόλις τῶν ὁρίων αὐτῶν ἀπὸ φυλῆς εφραιμ

21 καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος τὴν συχεμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ

22 καὶ τὴν καβσαϊμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ καὶ τὴν ἄνω βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες

23 καὶ ἐκ τῆς φυλῆς δαν τὴν ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτῇ

24 καὶ αιλων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες

25 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς μανασση τὴν ταναχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις δύο

26 πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν κααθ τοῖς ὑπολελειμμένοις

27 καὶ τοῖς υἱοῖς γεδσων τοῖς λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι τὴν γαυλων ἐν τῇ βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν βοσοραν καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις δύο

28 καὶ ἐκ τῆς φυλῆς ισσαχαρ τὴν κισων καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ δεββα καὶ τὰ ἀφωρισμένα αὐτῇ

29 καὶ τὴν ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες

30 καὶ ἐκ τῆς φυλῆς ασηρ τὴν βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ δαββων καὶ τὰ ἀφωρισμένα αὐτῇ

31 καὶ χελκατ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ ρααβ καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τέσσαρες

32 καὶ ἐκ τῆς φυλῆς νεφθαλι τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι τὴν καδες ἐν τῇ γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν εμμαθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ θεμμων καὶ τὰ ἀφωρισμένα αὐτῇ πόλεις τρεῖς

33 πᾶσαι αἱ πόλεις τοῦ γεδσων κατὰ δήμους αὐτῶν πόλεις δέκα τρεῖς

34 καὶ τῷ δήμῳ υἱῶν μεραρι τοῖς λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς υἱῶν ζαβουλων τὴν μααν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν καδης καὶ τὰ περισπόρια αὐτῆς

35 καὶ δεμνα καὶ τὰ περισπόρια αὐτῆς καὶ σελλα καὶ τὰ περισπόρια αὐτῆς πόλεις τέσσαρες

36 καὶ πέραν τοῦ ιορδάνου τοῦ κατὰ ιεριχω ἐκ τῆς φυλῆς ρουβην τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν βοσορ ἐν τῇ ἐρήμῳ τῇ μισωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς

37 καὶ τὴν δεκμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν μαφα καὶ τὰ περισπόρια αὐτῆς πόλεις τέσσαρες

38 καὶ ἀπὸ τῆς φυλῆς γαδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος τὴν ραμωθ ἐν τῇ γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν καμιν καὶ τὰ περισπόρια αὐτῆς

39 καὶ τὴν εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς αἱ πᾶσαι πόλεις τέσσαρες

40 πᾶσαι πόλεις τοῖς υἱοῖς μεραρι κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς λευι καὶ ἐγενήθη τὰ ὅρια πόλεις δέκα δύο

41 πᾶσαι αἱ πόλεις τῶν λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν ισραηλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν

42 κύκλῳ τῶν πόλεων τούτων πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις

42a καὶ συνετέλεσεν ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν

42b καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ μερίδα τῷ ἰησοῖ κατὰ πρόσταγμα κυρίου ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο τὴν θαμνασαραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει εφραιμ

42c καὶ ᾠκοδόμησεν ἰησοῦς τὴν πόλιν καὶ ὤ|κησεν ἐν αὐτῇ

42d καὶ ἔλαβεν ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς ισραηλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ καὶ ἔθηκεν αὐτὰς ἐν θαμνασαραχ

43 καὶ ἔδωκεν κύριος τῷ ισραηλ πᾶσαν τὴν γῆν ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν αὐτῶν καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ

44 καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν καθότι ὤμοσεν τοῖς πατράσιν αὐτῶν οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκεν κύριος εἰς τὰς χεῖρας αὐτῶν

45 οὐ διέπεσεν ἀπὸ πάντων τῶν ῥημάτων τῶν καλῶν ὧν ἐλάλησεν κύριος τοῖς υἱοῖς ισραηλ πάντα παρεγένετο

← Joshua 20   Joshua 22 →
   Studovat vnitřní smysl

Exploring the Meaning of Joshua 21      

Napsal(a) Rev. Julian Duckworth

Joshua 21: The cities of the Levite priests and the end of the settlement.

In this chapter, the last remaining part of the settlement was completed: the provision for the Levites, the priests of Israel. This tribe had been appointed priests because only they had answered the call, “Who is on the side of the Lord?” when the Israelites had been worshipping the golden calf in the wilderness (see Exodus 32:26).

Much of the chapter is spent listing the cities given to the three sons of Aaron, who was appointed high priest. Each extended family of Aaron’s sons was given about sixteen cities. It seems very significant that a lot of these cities were the same ones given to the other tribes, and were also the cities of refuge.

Levi’s name means ‘joined’, which is very suitable for the Levite priests, who received cities in every tribal territory. This meant that the presence of priests was everywhere (see Swedenborg’s work, Arcana Caelestia 342).

Spiritually speaking, this distribution is a wonderful illustration that our spirit lives throughout our whole body. Every part of us is alive! Every single thing in our body, from one blood cell to our heart and lungs, is maintained by our spirit, which itself is maintained by the influx of the Lord’s life. The function of everything in our body is in a perfect correspondence with the kingdom of heaven.

So, spiritually, the Levites stand for the presence of the Lord everywhere, in everything. This underlines the point that everything in the natural world - even the cities and territories described in this chapter of Joshua - reflect something about God and heaven (see Swedenborg’s Apocalypse Revealed 194). But there is another important meaning for the distribution of the priestly Levites in cities all through the tribal territories: we must keep on acknowledging that everything is a blessing from the Lord, that everything we do is for God, and that the Lord alone does what is truly good (see Swedenborg’s work, Divine Providence 91).

After the distribution of cities to the Levites, Israel was fully established in the land of Canaan. The rest of this chapter is a consolidating statement which is worth including in full:

v43. “So the Lord gave to Israel all the land of which He had sworn to give to their fathers, and they took possession of it and dwelt in it.
v44. The Lord gave them rest all around, according to all that he had sworn to their fathers. And not a man of all their enemies stood against them; the Lord delivered all their enemies into their hand.
v45. Not a word failed of any good thing which the Lord had spoken to the house of Israel. All came to pass.”

These are words of fulfillment, culmination, assurance and blessing. Everything here traces back to the Lord. The Lord made a covenant with the children of Israel, granted them victory over their enemies, and gave them the Land of Canaan; the Lord had spoken in complete truth. “All came to pass.”

This final statement is a promise of our own capacity for regeneration and spiritual progress. We are able to overcome our natural desires and selfish states; we have been established in our life with the ability to understand and do what is good. In devoting ourselves to the Lord, we find strength to see that He will never fail us, and will change us for the better. ‘All came to pass’ is our affirmation that our life is always under God’s care and providence (Arcana Caelestia 977).

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Apocalypse Explained 444


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1441, 1616, 2909

Jiný komentář

  Příběhy:


  Biblická studia:  (see all)


Skočit na podobné biblické verše

Genesis 49:7

Exodus 6:16, 17, 19, 20

Numbers 3:27, 23:19, 32:3, 34:2, 35:1, 7

Deuteronomy 2:36, 4:43, 11:31, 12:29

Joshua 1:5, 6, 2:24, 9:3, 10:12, 29, 33, 38, 11:8, 12, 23, 12:21, 22, 13:18, 26, 30, 14:1, 13, 15, 15:10, 13, 32, 48, 50, 51, 55, 17:4, 18:1, 24, 19:12, 15, 20, 21, 25, 26, 28, 35, 37, ...

Judges 4:6, 11:24, 17:1

1 Samuel 3:19, 12:8

2 Samuel 23:27

1 Kings 2:26, 4:13, 14, 8:15, 20, 24, 56

1 Chronicles 4:32, 6:39, 47, 48, 51, 56, 62, 8:6, 26:31

2 Chronicles 13:16, 20:8, 31:15

Nehemiah 9:8, 24, 11:32

Psalms 78:55, 105:8

Isaiah 48:3

Jeremiah 1:1, 32:23

Zechariah 14:10

Hebrews 4:8

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Map of the Cities of Refuge
Coloring Page | Ages 7 - 14

 The Cities of Refuge
Coloring Page | Ages 7 - 14


Přeložit: