Jeremiah 50

Studovat vnitřní smysl

Greek OT: LXX [A] Accented         

← Jeremiah 49   Jeremiah 51 →

1 καὶ ἐγενήθη ὡς ἐπαύσατο ιερεμιας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν αὐτὸν κύριος πρὸς αὐτούς πάντας τοὺς λόγους τούτους

2 καὶ εἶπεν αζαριας υἱὸς μαασαιου καὶ ιωαναν υἱὸς καρηε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ ιερεμια λέγοντες ψεύδη οὐκ ἀπέστειλέν σε κύριος πρὸς ἡμᾶς λέγων μὴ εἰσέλθητε εἰς αἴγυπτον οἰκεῖν ἐκεῖ

3 ἀλλ' ἢ βαρουχ υἱὸς νηριου συμβάλλει σε πρὸς ἡμᾶς ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς βαβυλῶνα

4 καὶ οὐκ ἤκουσεν ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς κυρίου κατοικῆσαι ἐν γῇ ιουδα

5 καὶ ἔλαβεν ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους ιουδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ

6 τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς ἃς κατέλιπεν ναβουζαρδαν μετὰ γοδολιου υἱοῦ αχικαμ καὶ ιερεμιαν τὸν προφήτην καὶ βαρουχ υἱὸν νηριου

7 καὶ εἰσῆλθον εἰς αἴγυπτον ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου καὶ εἰσῆλθον εἰς ταφνας

8 καὶ ἐγένετο λόγος κυρίου πρὸς ιερεμιαν ἐν ταφνας λέγων

9 λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις ἐν πύλῃ τῆς οἰκίας φαραω ἐν ταφνας κατ' ὀφθαλμοὺς ἀνδρῶν ιουδα

10 καὶ ἐρεῖς οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω ναβουχοδονοσορ βασιλέα βαβυλῶνος καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ' αὐτοὺς

11 καὶ εἰσελεύσεται καὶ πατάξει γῆν αἰγύπτου οὓς εἰς θάνατον εἰς θάνατον καὶ οὓς εἰς ἀποικισμόν εἰς ἀποικισμόν καὶ οὕς εἰς ῥομφαίαν εἰς ῥομφαίαν

12 καὶ καύσει πῦρ ἐν οἰκίαις θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ καὶ ἐξελεύσεται ἐν εἰρήνῃ

13 καὶ συντρίψει τοὺς στύλους ἡλίου πόλεως τοὺς ἐν ων καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί

← Jeremiah 49   Jeremiah 51 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 1368

The Inner Meaning of the Prophets and Psalms 109, 116


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 2441, 3727, 7519

Apocalypse Revealed 53

The Lord 39, 53

True Christianity 93, 158


References from Swedenborg's unpublished works:

Apocalypse Explained 401, 409, 540, 811

Marriage 93

Jiný komentář

  Příběhy:

Hop to Similar Bible Verses

Genesis 41:45

2 Kings 25:22, 26

Isaiah 9:8, 19:1

Jeremiah 1:7, 2:16, 10:11, 15, 13:1, 15:2, 25:19, 27:6, 32:12, 38:4, 40:8, 10, 11, 41:10, 17, 42:1, 21, 44:1, 12, 13, 46:13, 25

Ezekiel 29:1, 19, 30:1, 10, 13, 17, 18, 31:1, 32:1

Revelation 13:10

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Jeremiah and the Babylonians
Worship Talk | Ages 7 - 14


Přeložit: