Jeremiah 21

Studovat vnitřní smysl

           

1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς ιερεμιαν ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς σεδεκιας τὸν πασχωρ υἱὸν μελχιου καὶ σοφονιαν υἱὸν μαασαιου τὸν ἱερέα λέγων

2 ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον ὅτι βασιλεὺς βαβυλῶνος ἐφέστηκεν ἐφ' ἡμᾶς εἰ ποιήσει κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ καὶ ἀπελεύσεται ἀφ' ἡμῶν

3 καὶ εἶπεν πρὸς αὐτοὺς ιερεμιας οὕτως ἐρεῖτε πρὸς σεδεκιαν βασιλέα ιουδα

4 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικά ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους εἰς τὸ μέσον τῆς πόλεως ταύτης

5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου

6 καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ καὶ ἀποθανοῦνται

7 καὶ μετὰ ταῦτα οὕτως λέγει κύριος δώσω τὸν σεδεκιαν βασιλέα ιουδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας οὐ φείσομαι ἐπ' αὐτοῖς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς

8 καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου

9 ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα καὶ ζήσεται

10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά εἰς χεῖρας βασιλέως βαβυλῶνος παραδοθήσεται καὶ κατακαύσει αὐτὴν ἐν πυρί

11 ὁ οἶκος βασιλέως ιουδα ἀκούσατε λόγον κυρίου

12 οἶκος δαυιδ τάδε λέγει κύριος κρίνατε τὸ πρωὶ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται καὶ οὐκ ἔσται ὁ σβέσων

13 ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα σορ τὴν πεδινὴν τοὺς λέγοντας τίς πτοήσει ἡμᾶς ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν

14 καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς


   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 87


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1861, 2447, 2973, 3614, 3623, 4715, 5798, ...

Apocalypse Revealed 567, 635, 939

Doctrine of the Lord 53

True Christian Religion 158


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 131, 186, 411, 412, 650, 750, 1029

Jiný komentář

  Příběhy:


  Související Knihy  (see all)


Skočit na podobné biblické verše

Deuteronomy 28:50, 30:15, 19

1 Kings 22:5

2 Kings 13, 25:7, 18

1 Chronicles 9:12

2 Chronicles 32:21, 36:17

Psalms 82:3

Proverbs 1:31, 12:14, 31:8, 9

Isaiah 22:1

Jeremiah 4:4, 6:19, 13:14, 14:12, 16:4, 17:3, 10, 27, 19:7, 20:4, 22:1, 3, 7, 18, 27:12, 29:25, 32:4, 5, 28, 29, 34:1, 2, 35:4, 36:29, 37:3, 8, 10, 17, 38:1, 2, 3, 17, 18, 23, 39:3, 8, 16, 18, ...

Lamentations 2:4, 20, 22, 4:12

Ezekiel 14:3, 19, 20:33, 21:3

Amos 9:4

Micah 7:13

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Zedekiah and Jeremiah
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Zedekiah and Jeremiah (3-5 years)
Project | Ages 4 - 6

 Zedekiah and Jeremiah (6-8 years)
Project | Ages 7 - 10

 Zedekiah and Jeremiah Chart (9-11 years)
Project | Ages 11 - 14

 Zedekiah and Jeremiah Game (9-11 years)
Project | Ages 11 - 14


Přeložit: