Hosea 12

Studovat vnitřní smysl

           

1 ἐκύκλωσέν με ἐν ψεύδει εφραιμ καὶ ἐν ἀσεβείαις οἶκος ισραηλ καὶ ιουδα νῦν ἔγνω αὐτοὺς ὁ θεός καὶ λαὸς ἅγιος κεκλήσεται θεοῦ

2 ὁ δὲ εφραιμ πονηρὸν πνεῦμα ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ ἀσσυρίων διέθετο καὶ ἔλαιον εἰς αἴγυπτον ἐνεπορεύετο

3 καὶ κρίσις τῷ κυρίῳ πρὸς ιουδαν τοῦ ἐκδικῆσαι τὸν ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ

4 ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεὸν

5 καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη ἔκλαυσαν καὶ ἐδεήθησάν μου ἐν τῷ οἴκῳ ων εὕροσάν με καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν

6 ὁ δὲ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ

7 καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός

8 χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας καταδυναστεύειν ἠγάπησε

9 καὶ εἶπεν εφραιμ πλὴν πεπλούτηκα εὕρηκα ἀναψυχὴν ἐμαυτῷ πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι' ἀδικίας ἃς ἥμαρτεν

10 ἐγὼ δὲ κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γῆς αἰγύπτου ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς

11 καὶ λαλήσω πρὸς προφήτας καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην

12 εἰ μὴ γαλααδ ἔστιν ἄρα ψευδεῖς ἦσαν ἐν γαλγαλ ἄρχοντες θυσιάζοντες καὶ τὰ θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ

13 καὶ ἀνεχώρησεν ιακωβ εἰς πεδίον συρίας καὶ ἐδούλευσεν ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο

14 καὶ ἐν προφήτῃ ἀνήγαγεν κύριος τὸν ισραηλ ἐξ αἰγύπτου καὶ ἐν προφήτῃ διεφυλάχθη

15 ἐθύμωσεν εφραιμ καὶ παρώργισεν καὶ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἐκχυθήσεται καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος

   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 194, 195


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 367, 414, 1186, 1232, 1462, 2588, 3304, ...

Apocalypse Revealed 503, 585, 624

Doctrine of the Sacred Scripture 79

Heaven and Hell 365

True Christian Religion 247, 322


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 24, 236, 373, 375, 419, 624, 654, ...

Coronis (An Appendix to True Christian Religion) 56

Scriptural Confirmations 4, 9, 54, 75

Jiný komentář

  Příběhy:


  Biblická studia:  (see all)


Skočit na podobné biblické verše

Genesis 25:26, 28:2, 29:20, 32:25, 35:9, 49:18

Exodus 3:15, 20:2

Leviticus 23:42

Numbers 12:6

Deuteronomy 18:15, 18, 26:5

2 Kings 17:4, 13, 18, 20, 23

2 Chronicles 21:11

Job 15:2

Psalms 49:7, 78:36

Proverbs 11:1, 30:12

Ecclesiastes 5:15

Isaiah 30:6, 56:1

Jeremiah 2:9, 5:27

Ezekiel 7:3, 8, 17:2

Hosea 4:1, 9, 15, 6:8, 7:1, 11, 8:9, 10, 11:9, 13:4, 14:2

Joel 2:12

Amos 4, 4:13, 8:5

Micah 6:2

Zechariah 7:9, 11:5

Revelation 3:17

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Inspirational Quotation - Observe Mercy and Justice
Small poster illustrating a quotation from the Word.
Picture | Ages over 12


Přeložit: