Haggai 2

Studovat vnitřní smysl

1 τῷ ἑβδόμῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν κύριος ἐν χειρὶ αγγαιου τοῦ προφήτου λέγων

2 εἰπὸν δὴ πρὸς ζοροβαβελ τὸν τοῦ σαλαθιηλ ἐκ φυλῆς ιουδα καὶ πρὸς ἰησοῦν τὸν τοῦ ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων

3 τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν

4 καὶ νῦν κατίσχυε ζοροβαβελ λέγει κύριος καὶ κατίσχυε ἰησοῦ ὁ τοῦ ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς λέγει κύριος καὶ ποιεῖτε διότι μεθ' ὑμῶν ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ

5 καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν θαρσεῖτε

6 διότι τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν

7 καὶ συσσείσω πάντα τὰ ἔθνη καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης λέγει κύριος παντοκράτωρ

8 ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει κύριος παντοκράτωρ

9 διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην λέγει κύριος παντοκράτωρ καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην λέγει κύριος παντοκράτωρ καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον

10 τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ δαρείου ἐγένετο λόγος κυρίου πρὸς αγγαιον τὸν προφήτην λέγων

11 τάδε λέγει κύριος παντοκράτωρ ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων

12 ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος εἰ ἁγιασθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν οὔ

13 καὶ εἶπεν αγγαιος ἐὰν ἅψηται μεμιαμμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων εἰ μιανθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν μιανθήσεται

14 καὶ ἀπεκρίθη αγγαιος καὶ εἶπεν οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ λέγει κύριος καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας

15 καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ κυρίου

16 τίνες ἦτε ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα καὶ ἐγένετο κριθῆς δέκα σάτα καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς καὶ ἐγένοντο εἴκοσι

17 ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος

18 ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας ἧς ἐθεμελιώθη ὁ ναὸς κυρίου θέσθε ἐν ταῖς καρδίαις ὑμῶν

19 εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥόα καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω

20 καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς αγγαιον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων

21 εἰπὸν πρὸς ζοροβαβελ τὸν τοῦ σαλαθιηλ ἐκ φυλῆς ιουδα λέγων ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν

22 καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ

23 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ λήμψομαί σε ζοροβαβελ τὸν τοῦ σαλαθιηλ τὸν δοῦλόν μου λέγει κύριος καὶ θήσομαί σε ὡς σφραγῖδα διότι σὲ ᾑρέτισα λέγει κύριος παντοκράτωρ

Exploring the Meaning of Haggai 2      

Napsal(a) New Christian Bible Study Staff

In Chapter 2, Haggai comes a second time to Zerubbabel and Joshua, saying,

"Who is left among you that saw this house in her first glory? and how do ye see it now? is it not in your eyes in comparison of it as nothing?"

In verses 4-5 he encourages the people to be strong and persevere and in verses 6-9, he promises a great change coming. The Lord will bring about this change because an external church, a church that is just performing rituals, is of no use.

Only a church that leads people to do well in their lives, and in in their thoughts, because that is what the Lord says, is of any use. Once this truth has been falsified, or made “unclean” there is not much left of the church (verses 10-14).

Although there are abundant truths in the Word, in a church that is only external they are not found, because there is no use for them. In spite of the peoples' hardships, no one has bothered to question what they might be doing wrong.

From verse 18 Haggai’s prophecy becomes triumphant. "The seed is yet in the barn and the fig tree and the vine will come." The promise in verse 6 is repeated, "I will shake the heavens and the earth, and the sea and the dry land", i.e. He will overthrow all those who follow their own doctrine and their own false ideas.

The Lord will bring another church that is not the reconstructed ancient church or its representation, but a church built from a new knowledge of the Lord, and a new set of people. This, though not soon, will be the coming of the Lord himself. Zerubbabel is used to represent this as a shining signet, because, though governor, he was not of the Jewish people.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 232

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 28, 1551, 2252, 3780, 3813, 4759, 5321, ...

Apocalypse Revealed 191, 298, 306, 331, 437, 694, 913

Heaven and Hell 287

True Christian Religion 727

Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 79, 220, 242, 253, 355, 365, 400, ...

The White Horse - Appendix 1

Scriptural Confirmations 4, 58

Jiný komentář

  Příběhy:

  Duchovní témata:

Skočit na podobné biblické verše

Exodus 19:4, 6, 24:3, 8

Numbers 19:22

Deuteronomy 28:22, 33:10

Joshua 1:6, 9

1 Samuel 12:20

1 Kings 8:10, 11

1 Chronicles 22:5

2 Chronicles 15:6

Ezra 3:11, 12, 4:24

Job 9:6, 41:3

Psalms 65:5

Ecclesiastes 10:1

Song of Solomon 8:6

Isaiah 13:13, 60:7, 64:10, 66:3

Ezekiel 38:21, 43:5

Daniel 2:44, 45

Joel 14

Amos 4:6, 8, 9, 10, 11

Micah 5:9

Haggai 1:6, 9, 11, 13

Zechariah 4:6, 10, 8:9, 11, 15, 12:9

Malachi 2:7

Matthew 6:33, 24:29

Mark 13:8

Luke 11:17

John 15:16

Acts of the Apostles 9:15

2 Timothy 1:7

Hebrews 12:26

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.

 The Lord's House
Worship Talk | Ages 7 - 14

Přeložit: