Genesis 50

Studovat vnitřní smysl

Greek OT: LXX [A] Accented         

← Genesis 49   Exodus 1 →

1 καὶ ἐπιπεσὼν ιωσηφ ἐπὶ τὸ πρόσωπον τοῦ πατρὸς αὐτοῦ ἔκλαυσεν ἐπ' αὐτὸν καὶ ἐφίλησεν αὐτόν

2 καὶ προσέταξεν ιωσηφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν ισραηλ

3 καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας οὕτως γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς καὶ ἐπένθησεν αὐτὸν αἴγυπτος ἑβδομήκοντα ἡμέρας

4 ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους ἐλάλησεν ιωσηφ πρὸς τοὺς δυνάστας φαραω λέγων εἰ εὗρον χάριν ἐναντίον ὑμῶν λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα φαραω λέγοντες

5 ὁ πατήρ μου ὥρκισέν με λέγων ἐν τῷ μνημείῳ ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ χανααν ἐκεῖ με θάψεις νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι

6 καὶ εἶπεν φαραω ἀνάβηθι θάψον τὸν πατέρα σου καθάπερ ὥρκισέν σε

7 καὶ ἀνέβη ιωσηφ θάψαι τὸν πατέρα αὐτοῦ καὶ συνανέβησαν μετ' αὐτοῦ πάντες οἱ παῖδες φαραω καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς αἰγύπτου

8 καὶ πᾶσα ἡ πανοικία ιωσηφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ καὶ τὴν συγγένειαν καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ γεσεμ

9 καὶ συνανέβησαν μετ' αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα

10 καὶ παρεγένοντο ἐφ' ἅλωνα αταδ ὅ ἐστιν πέραν τοῦ ιορδάνου καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα καὶ ἐποίησεν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας

11 καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς χανααν τὸ πένθος ἐν ἅλωνι αταδ καὶ εἶπαν πένθος μέγα τοῦτό ἐστιν τοῖς αἰγυπτίοις διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ πένθος αἰγύπτου ὅ ἐστιν πέραν τοῦ ιορδάνου

12 καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐκεῖ

13 καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν χανααν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν ὃ ἐκτήσατο αβρααμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ εφρων τοῦ χετταίου κατέναντι μαμβρη

14 καὶ ἀπέστρεψεν ιωσηφ εἰς αἴγυπτον αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ

15 ἰδόντες δὲ οἱ ἀδελφοὶ ιωσηφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν εἶπαν μήποτε μνησικακήσῃ ἡμῖν ιωσηφ καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά ἃ ἐνεδειξάμεθα αὐτῷ

16 καὶ παρεγένοντο πρὸς ιωσηφ λέγοντες ὁ πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων

17 οὕτως εἴπατε ιωσηφ ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν ὅτι πονηρά σοι ἐνεδείξαντο καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ τοῦ πατρός σου καὶ ἔκλαυσεν ιωσηφ λαλούντων αὐτῶν πρὸς αὐτόν

18 καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν οἵδε ἡμεῖς σοι οἰκέται

19 καὶ εἶπεν αὐτοῖς ιωσηφ μὴ φοβεῖσθε τοῦ γὰρ θεοῦ εἰμι ἐγώ

20 ὑμεῖς ἐβουλεύσασθε κατ' ἐμοῦ εἰς πονηρά ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά ὅπως ἂν γενηθῇ ὡς σήμερον ἵνα διατραφῇ λαὸς πολύς

21 καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν

22 καὶ κατῴκησεν ιωσηφ ἐν αἰγύπτῳ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ καὶ ἔζησεν ιωσηφ ἔτη ἑκατὸν δέκα

23 καὶ εἶδεν ιωσηφ εφραιμ παιδία ἕως τρίτης γενεᾶς καὶ υἱοὶ μαχιρ τοῦ υἱοῦ μανασση ἐτέχθησαν ἐπὶ μηρῶν ιωσηφ

24 καὶ εἶπεν ιωσηφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων ἐγὼ ἀποθνῄσκω ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ θεὸς καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν ὤμοσεν ὁ θεὸς τοῖς πατράσιν ἡμῶν αβρααμ καὶ ισαακ καὶ ιακωβ

25 καὶ ὥρκισεν ιωσηφ τοὺς υἱοὺς ισραηλ λέγων ἐν τῇ ἐπισκοπῇ ᾗ ἐπισκέψεται ὑμᾶς ὁ θεός καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ' ὑμῶν

26 καὶ ἐτελεύτησεν ιωσηφ ἐτῶν ἑκατὸν δέκα καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν αἰγύπτῳ

← Genesis 49   Exodus 1 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 6497, 6498, 6499, 6500, 6501, 6509, 6510, ...


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 2916, 4447, 4539, 4786, 6502, 6503, 6504, ...


References from Swedenborg's unpublished works:

Apocalypse Explained 447, 659

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 12:7, 15:14, 16, 23:2, 9, 17, 20, 25:7, 8, 9, 27:41, 30:2, 3, 34:3, 37:7, 9, 18, 45:5, 11, 46:4, 47:12, 29, 30, 31, 49:29

Exodus 1:5, 6, 4:31, 12:41, 51, 13:18, 19, 33:1

Numbers 20:29

Deuteronomy 34:8

Joshua 17:1, 24:29, 32

Ruth 1:6

1 Samuel 31:13

2 Kings 5:7, 13:14

1 Chronicles 7:14

2 Chronicles 16:14, 30:22

Job 2:13, 42:16

Psalms 128:6

Proverbs 17:6

Acts of the Apostles 7:16, 8:2

1 Thessalonians 5:15

Hebrews 11:22

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Food for Thought: God Meant It for Good
Look at ways the Lord leads us and provides what is good - even in difficult times.
Activity | Ages over 15

 Joseph's Sons
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Joseph Welcomes His Family
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Quotes: God Meant It for Good
Teaching Support | Ages over 15

 The Lord's Providence
An overview of how the Lord's providence guides all of us toward greatness and provides for our eternal happiness.
Worship Talk | Ages over 18

 The Story of Joseph
Examining the life and character of Joseph teaches us about how the Lord leads each of our lives.
Worship Talk | Ages over 18

 Why Does God Let Bad Things Happen?
Lesson and activities comparing what the Lord wills to what He permits so that people can be free to make heavenly or hellish choices in their lives.
Religion Lesson | Ages over 15


Přeložit: