Exodus 17

Study

           

1 καὶ ἀπῆρεν πᾶσα συναγωγὴ υἱῶν ισραηλ ἐκ τῆς ἐρήμου σιν κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥήματος κυρίου καὶ παρενεβάλοσαν ἐν ραφιδιν οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν

2 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς μωυσῆν λέγοντες δὸς ἡμῖν ὕδωρ ἵνα πίωμεν καὶ εἶπεν αὐτοῖς μωυσῆς τί λοιδορεῖσθέ μοι καὶ τί πειράζετε κύριον

3 ἐδίψησεν δὲ ἐκεῖ ὁ λαὸς ὕδατι καὶ ἐγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς μωυσῆν λέγοντες ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ αἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει

4 ἐβόησεν δὲ μωυσῆς πρὸς κύριον λέγων τί ποιήσω τῷ λαῷ τούτῳ ἔτι μικρὸν καὶ καταλιθοβολήσουσίν με

5 καὶ εἶπεν κύριος πρὸς μωυσῆν προπορεύου τοῦ λαοῦ τούτου λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμόν λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ

6 ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν χωρηβ καὶ πατάξεις τὴν πέτραν καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ καὶ πίεται ὁ λαός μου ἐποίησεν δὲ μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν ισραηλ

7 καὶ ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου πειρασμὸς καὶ λοιδόρησις διὰ τὴν λοιδορίαν τῶν υἱῶν ισραηλ καὶ διὰ τὸ πειράζειν κύριον λέγοντας εἰ ἔστιν κύριος ἐν ἡμῖν ἢ οὔ

8 ἦλθεν δὲ αμαληκ καὶ ἐπολέμει ισραηλ ἐν ραφιδιν

9 εἶπεν δὲ μωυσῆς τῷ ἰησοῦ ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ αμαληκ αὔριον καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ καὶ ἡ ῥάβδος τοῦ θεοῦ ἐν τῇ χειρί μου

10 καὶ ἐποίησεν ἰησοῦς καθάπερ εἶπεν αὐτῷ μωυσῆς καὶ ἐξελθὼν παρετάξατο τῷ αμαληκ καὶ μωυσῆς καὶ ααρων καὶ ωρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ

11 καὶ ἐγίνετο ὅταν ἐπῆρεν μωυσῆς τὰς χεῖρας κατίσχυεν ισραηλ ὅταν δὲ καθῆκεν τὰς χεῖρας κατίσχυεν αμαληκ

12 αἱ δὲ χεῖρες μωυσῆ βαρεῖαι καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ' αὐτόν καὶ ἐκάθητο ἐπ' αὐτοῦ καὶ ααρων καὶ ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς καὶ ἐγένοντο αἱ χεῖρες μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου

13 καὶ ἐτρέψατο ἰησοῦς τὸν αμαληκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας

14 εἶπεν δὲ κύριος πρὸς μωυσῆν κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα ἰησοῖ ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον αμαληκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν

15 καὶ ᾠκοδόμησεν μωυσῆς θυσιαστήριον κυρίῳ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ κύριός μου καταφυγή

16 ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ κύριος ἐπὶ αμαληκ ἀπὸ γενεῶν εἰς γενεάς


Exploring the Meaning of Exodus 17      

Napsal(a) Emanuel Swedenborg

Arcana Coelestia 8554. In the preceding chapter, in the internal sense, the third temptation was treated of - that there was a lack of good. This having been given them, in the internal sense in this chapter the fourth temptation is treated of - that there was a lack of truth. This temptation is signified by "the murmuring of the sons of Israel because they had no water;" and therefore the truth of faith was given them by the Lord, which is signified by "the water out of the rock of Horeb."

Arcana Coelestia 8555. Then follows the combat of the falsity that is from evil against the truth and good of faith, which combat is represented by the fighting of Amalek against Israel. That they who are in the truth and good of faith conquer when they look upward to the Lord, and that they yield when they look downward, is represented by the sons of Israel conquering so long as Moses kept his hands raised, and by their yielding when he let them down.

    Studovat vnitřní smysl

Přeložit: