Deuteronomy 34

Studovat vnitřní smysl

           

1 καὶ ἀνέβη μωυσῆς ἀπὸ αραβωθ μωαβ ἐπὶ τὸ ὄρος ναβαυ ἐπὶ κορυφὴν φασγα ἥ ἐστιν ἐπὶ προσώπου ιεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν γαλααδ ἕως δαν

2 καὶ πᾶσαν τὴν γῆν νεφθαλι καὶ πᾶσαν τὴν γῆν εφραιμ καὶ μανασση καὶ πᾶσαν τὴν γῆν ιουδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης

3 καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα ιεριχω πόλιν φοινίκων ἕως σηγωρ

4 καὶ εἶπεν κύριος πρὸς μωυσῆν αὕτη ἡ γῆ ἣν ὤμοσα αβρααμ καὶ ισαακ καὶ ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ

5 καὶ ἐτελεύτησεν μωυσῆς οἰκέτης κυρίου ἐν γῇ μωαβ διὰ ῥήματος κυρίου

6 καὶ ἔθαψαν αὐτὸν ἐν γαι ἐν γῇ μωαβ ἐγγὺς οἴκου φογωρ καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης

7 μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ

8 καὶ ἔκλαυσαν οἱ υἱοὶ ισραηλ τὸν μωυσῆν ἐν αραβωθ μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ μωυσῆ

9 καὶ ἰησοῦς υἱὸς ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ μωυσῇ

10 καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν ισραηλ ὡς μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον

11 ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιῆσαι αὐτὰ ἐν γῇ αἰγύπτῳ φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ

12 τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν ἃ ἐποίησεν μωυσῆς ἔναντι παντὸς ισραηλ

   Studovat vnitřní smysl

Explanation of Deuteronomy 34      

Napsal(a) Alexander Payne

Verses 1-4. By Divine truth the soul gains a perception of the heavenly life before its acquisition.

Verses 5-6. A new state in which the acquisition of truth ceases to be of primary importance in the soul.

Verse 7. Truths being now in their fullness.

Verses 8-9. Anxiety of mind and change of state in which an ardent warfare against evil takes the place of the acquisition of truth.

Verses 10-12. There is no teacher for the regenerating like Divine truth from the Word.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 1589, 4117, 4299

Apocalypse Revealed 367, 474

Divine Love and Wisdom 383

Doctrine of the Lord 48

True Christian Religion 156


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 79, 412, 458, 608

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 17:8, 19:22, 50:3

Exodus 12:28, 28:3, 33:11

Numbers 12:8, 23:14, 27:18, 34:6

Deuteronomy 1:8, 30, 37, 3:27, 29, 4:46, 18:15, 18, 31:2, 14, 16

Joshua 1:1, 16, 17, 14:11, 22:9

Judges 1:16, 18:29

1 Samuel 25:1

1 Kings 3:12

2 Kings 1:17

1 Chronicles 29:23

2 Chronicles 1:3, 28:15

Job 5:26

Psalms 92:15

Isaiah 11:2

Luke 9:30

Acts of the Apostles 6:3

Ephesians 1:17

Jude 9

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Diagram Showing Order of Encampment for the Twelve Tribes
Coloring Page | Ages 7 - 14

 Moses Views the Promised Land
Coloring Page | Ages 7 - 14

 Palms in the Word Crossword Puzzle
A crossword puzzle about palms in the Word. Complete the puzzle using reference clues.
Activity | Ages 9 - 13

 Why Was Joshua a Hero?
Read clues from Deuteronomy and Joshua to discover why Joshua was a hero.
Activity | Ages 9 - 13


Přeložit: