4 Maccabees 8

Greek OT: LXX [A] Accented

← 4 Maccabees 7   4 Maccabees 9 →

1 διὰ τοῦτό γέ τοι καὶ μειρακίσκοι τῷ τῆς εὐσεβείας λογισμῷ φιλοσοφοῦντες χαλεπωτέρων βασανιστηρίων ἐπεκράτησαν

2 ἐπειδὴ γὰρ κατὰ τὴν πρώτην πεῖραν ἐνικήθη περιφανῶς ὁ τύραννος μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιαροφαγῆσαι τότε δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς λείας τῶν εβραίων ἀγαγεῖν καὶ εἰ μὲν μιαροφαγήσαιεν ἀπολύειν φαγόντας εἰ δ' ἀντιλέγοιεν πικρότερον βασανίζειν

3 ταῦτα διαταξαμένου τοῦ τυράννου παρῆσαν ἀγόμενοι μετὰ γεραιᾶς μητρὸς ἑπτὰ ἀδελφοὶ καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαρίεντες

4 οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ μέσην τὴν μητέρα περιέχοντας ἥσθετο ἐπ' αὐτοῖς καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενείας προσεμειδίασεν αὐτοῖς καὶ πλησίον καλέσας ἔφη

5 ὦ νεανίαι φιλοφρόνως ἐγὼ καθ' ἑνὸς ἑκάστου ὑμῶν θαυμάζω τὸ κάλλος καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν ἀλλὰ καὶ παρακαλῶ συνείξαντάς μοι τῆς ἐμῆς ἀπολαύειν φιλίας

6 δυναίμην δ' ἂν ὥσπερ κολάζειν τοὺς ἀπειθοῦντάς μου τοῖς ἐπιτάγμασιν οὕτω καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι

7 πιστεύσατε οὖν καὶ ἀρχὰς ἐπὶ τῶν ἐμῶν πραγμάτων ἡγεμονικὰς λήμψεσθε ἀρνησάμενοι τὸν πάτριον ὑμῶν τῆς πολιτείας θεσμόν

8 καὶ μεταλαβόντες ἑλληνικοῦ βίου καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν

9 ἐπεί ἐὰν ὀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι

10 κατελεήσατε οὖν ἑαυτούς οὓς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτίρομαι

11 οὐ διαλογιεῖσθε τοῦτο ὅτι οὐδὲν ὑμῖν ἀπειθήσασιν πλὴν τοῦ μετὰ στρεβλῶν ἀποθανεῖν ἀπόκειται

12 ταῦτα δὲ λέγων ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν τιθέναι τὰ βασανιστήρια ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιαροφαγῆσαι

13 ὡς δὲ τροχούς τε καὶ ἀρθρέμβολα στρεβλωτήριά τε καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας τήγανά τε καὶ δακτυλήθρας καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθεσαν ὑπολαβὼν ὁ τύραννος ἔφη

14 μειράκια φοβήθητε καὶ ἣν σέβεσθε δίκην ἵλεως ὑμῖν ἔσται δι' ἀνάγκην παρανομήσασιν

15 οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ καὶ ὁρῶντες δεινὰ οὐ μόνον οὐκ ἐφοβήθησαν ἀλλὰ καὶ ἀντεφιλοσόφησαν τῷ τυράννῳ καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαν

16 καίτοι λογισώμεθα εἰ δειλόψυχοί τινες ἦσαν ἐν αὐτοῖς καὶ ἄνανδροι ποίοις ἂν ἐχρήσαντο λόγοις οὐχὶ τούτοις

17 ὦ τάλανες ἡμεῖς καὶ λίαν ἀνόητοι βασιλέως ἡμᾶς καλοῦντος καὶ ἐπὶ εὐεργεσίᾳ παρακαλοῦντος εἰ πεισθείημεν αὐτῷ

18 τί βουλήμασιν κενοῖς ἑαυτοὺς εὐφραίνομεν καὶ θανατηφόρον ἀπείθειαν τολμῶμεν

19 οὐ φοβηθησόμεθα ἄνδρες ἀδελφοί τὰ βασανιστήρια καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλὰς καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονείαν

20 ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας καὶ κατοικτίρωμεν τὸ τῆς μητρὸς γῆρας

21 καὶ ἐνθυμηθῶμεν ὅτι ἀπειθοῦντες τεθνηξόμεθα

22 συγγνώσεται δὲ ἡμῖν καὶ ἡ θεία δίκη δι' ἀνάγκην τὸν βασιλέα φοβηθεῖσιν

23 τί ἐξάγομεν ἑαυτοὺς τοῦ ἡδίστου βίου καὶ ἀποστεροῦμεν ἑαυτοὺς τοῦ γλυκέος κόσμου

24 μὴ βιαζώμεθα τὴν ἀνάγκην μηδὲ κενοδοξήσωμεν ἐπὶ τῇ ἑαυτῶν στρέβλῃ

25 οὐδ' αὐτὸς ὁ νόμος ἑκουσίως ἡμᾶς θανατοῖ φοβηθέντας τὰ βασανιστήρια

26 πόθεν ἡμῖν ἡ τοσαύτη ἐντέτηκε φιλονεικία καὶ ἡ θανατηφόρος ἀρέσκει καρτερία παρὸν μετὰ ἀταραξίας ζῆν τῷ βασιλεῖ πεισθέντας

27 ἀλλὰ τούτων οὐδὲν εἶπον οἱ νεανίαι βασανίζεσθαι μέλλοντες οὐδὲ ἐνεθυμήθησαν

28 ἦσαν γὰρ περίφρονες τῶν παθῶν καὶ αὐτοκράτορες τῶν ἀλγηδόνων

29 ὥστε ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς μιαροφαγῆσαι πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς εἶπον

← 4 Maccabees 7   4 Maccabees 9 →

Přeložit:
Sdílet: