Luke 20

Greek NT: Westcott/Hort, UBS4 variants

Studovat vnitřní smysl

← Luke 19   Luke 21 →

1 και εγενετο εν μια των ημερων διδασκοντος αυτου τον λαον εν τω ιερω και ευαγγελιζομενου επεστησαν οι αρχιερεις και οι γραμματεις συν τοις πρεσβυτεροις

2 και ειπαν λεγοντες προς αυτον ειπον ημιν εν ποια εξουσια ταυτα ποιεις η τις εστιν ο δους σοι την εξουσιαν ταυτην

3 αποκριθεις δε ειπεν προς αυτους ερωτησω υμας καγω λογον και ειπατε μοι

4 το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων

5 οι δε συνελογισαντο προς εαυτους λεγοντες οτι εαν ειπωμεν εξ ουρανου ερει δια τι ουκ επιστευσατε αυτω

6 εαν δε ειπωμεν εξ ανθρωπων ο λαος απας καταλιθασει ημας πεπεισμενος γαρ εστιν ιωαννην προφητην ειναι

7 και απεκριθησαν μη ειδεναι ποθεν

8 και ο ιησους ειπεν αυτοις ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω

9 ηρξατο δε προς τον λαον λεγειν την παραβολην ταυτην ανθρωπος {VA 2: [τις] } εφυτευσεν αμπελωνα και εξεδετο αυτον γεωργοις και απεδημησεν χρονους ικανους

10 και καιρω απεστειλεν προς τους γεωργους δουλον ινα απο του καρπου του αμπελωνος δωσουσιν αυτω οι δε γεωργοι εξαπεστειλαν αυτον δειραντες κενον

11 και προσεθετο ετερον πεμψαι δουλον οι δε κακεινον δειραντες και ατιμασαντες εξαπεστειλαν κενον

12 και προσεθετο τριτον πεμψαι οι δε και τουτον τραυματισαντες εξεβαλον

13 ειπεν δε ο κυριος του αμπελωνος τι ποιησω πεμψω τον υιον μου τον αγαπητον ισως τουτον εντραπησονται

14 ιδοντες δε αυτον οι γεωργοι διελογιζοντο προς αλληλους λεγοντες ουτος εστιν ο κληρονομος αποκτεινωμεν αυτον ινα ημων γενηται η κληρονομια

15 και εκβαλοντες αυτον εξω του αμπελωνος απεκτειναν τι ουν ποιησει αυτοις ο κυριος του αμπελωνος

16 ελευσεται και απολεσει τους γεωργους τουτους και δωσει τον αμπελωνα αλλοις ακουσαντες δε ειπαν μη γενοιτο

17 ο δε εμβλεψας αυτοις ειπεν τι ουν εστιν το γεγραμμενον τουτο λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας

18 πας ο πεσων επ εκεινον τον λιθον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον

19 και εζητησαν οι γραμματεις και οι αρχιερεις επιβαλειν επ αυτον τας χειρας εν αυτη τη ωρα και εφοβηθησαν τον λαον εγνωσαν γαρ οτι προς αυτους ειπεν την παραβολην ταυτην

20 και παρατηρησαντες απεστειλαν εγκαθετους υποκρινομενους εαυτους δικαιους ειναι ινα επιλαβωνται αυτου λογου ωστε παραδουναι αυτον τη αρχη και τη εξουσια του ηγεμονος

21 και επηρωτησαν αυτον λεγοντες διδασκαλε οιδαμεν οτι ορθως λεγεις και διδασκεις και ου λαμβανεις προσωπον αλλ επ αληθειας την οδον του θεου διδασκεις

22 εξεστιν ημας καισαρι φορον δουναι η ου

23 κατανοησας δε αυτων την πανουργιαν ειπεν προς αυτους

24 δειξατε μοι δηναριον τινος εχει εικονα και επιγραφην οι δε ειπαν καισαρος

25 ο δε ειπεν προς αυτους τοινυν αποδοτε τα καισαρος καισαρι και τα του θεου τω θεω

26 και ουκ ισχυσαν επιλαβεσθαι {VA 1: του } {VA 2: αυτου } ρηματος εναντιον του λαου και θαυμασαντες επι τη αποκρισει αυτου εσιγησαν

27 προσελθοντες δε τινες των σαδδουκαιων οι {VA 1: λεγοντες } {VA 2: <αντιλεγοντες> } αναστασιν μη ειναι επηρωτησαν αυτον

28 λεγοντες διδασκαλε μωυσης εγραψεν ημιν εαν τινος αδελφος αποθανη εχων γυναικα και ουτος ατεκνος η ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου

29 επτα ουν αδελφοι ησαν και ο πρωτος λαβων γυναικα απεθανεν ατεκνος

30 και ο δευτερος

31 και ο τριτος ελαβεν αυτην ωσαυτως δε και οι επτα ου κατελιπον τεκνα και απεθανον

32 υστερον και η γυνη απεθανεν

33 η γυνη ουν εν τη αναστασει τινος αυτων γινεται γυνη οι γαρ επτα εσχον αυτην γυναικα

34 και ειπεν αυτοις ο ιησους οι υιοι του αιωνος τουτου γαμουσιν και γαμισκονται

35 οι δε καταξιωθεντες του αιωνος εκεινου τυχειν και της αναστασεως της εκ νεκρων ουτε γαμουσιν ουτε γαμιζονται

36 ουδε γαρ αποθανειν ετι δυνανται ισαγγελοι γαρ εισιν και υιοι εισιν θεου της αναστασεως υιοι οντες

37 οτι δε εγειρονται οι νεκροι και μωυσης εμηνυσεν επι της βατου ως λεγει κυριον τον θεον αβρααμ και θεον ισαακ και θεον ιακωβ

38 θεος δε ουκ εστιν νεκρων αλλα ζωντων παντες γαρ αυτω ζωσιν

39 αποκριθεντες δε τινες των γραμματεων ειπαν διδασκαλε καλως ειπας

40 ουκετι γαρ ετολμων επερωταν αυτον ουδεν

41 ειπεν δε προς αυτους πως λεγουσιν τον χριστον ειναι δαυιδ υιον

42 αυτος γαρ δαυιδ λεγει εν βιβλω ψαλμων ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου

43 εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου

44 δαυιδ ουν {VA 1: αυτον κυριον } {VA 2: κυριον αυτον } καλει και πως αυτου υιος εστιν

45 ακουοντος δε παντος του λαου ειπεν τοις μαθηταις {VA 2: [αυτου] }

46 προσεχετε απο των γραμματεων των θελοντων περιπατειν εν στολαις και φιλουντων ασπασμους εν ταις αγοραις και πρωτοκαθεδριας εν ταις συναγωγαις και πρωτοκλισιας εν τοις δειπνοις

47 οι κατεσθιουσιν τας οικιας των χηρων και προφασει μακρα προσευχονται ουτοι λημψονται περισσοτερον κριμα

← Luke 19   Luke 21 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 1069, 1200, 1725, 2162, 2649, 2658, 2788 ...

Apocalypse Revealed 256, 342, 505, 650, 764, 915

Conjugial Love 28, 41

Divine Providence 324

The Lord 6, 9, 14, 35

Life 17

Heaven and Hell 382, 534

The New Jerusalem and its Heavenly Doctrine 228

Ukázat odkazy z nepublikovaných děl Swedenborga

Bible Studies:

Not Killing



Přeložit:
Sdílet: