John 2

Greek NT: Westcott/Hort, UBS4 variants

Studovat vnitřní smysl

← John 1   John 3 →

1 και τη ημερα τη τριτη γαμος εγενετο εν κανα της γαλιλαιας και ην η μητηρ του ιησου εκει

2 εκληθη δε και ο ιησους και οι μαθηται αυτου εις τον γαμον

3 και υστερησαντος οινου λεγει η μητηρ του ιησου προς αυτον οινον ουκ εχουσιν

4 {VA 1: και } {VA 2: [και] } λεγει αυτη ο ιησους τι εμοι και σοι γυναι ουπω ηκει η ωρα μου

5 λεγει η μητηρ αυτου τοις διακονοις ο τι αν λεγη υμιν ποιησατε

6 ησαν δε εκει λιθιναι υδριαι εξ κατα τον καθαρισμον των ιουδαιων κειμεναι χωρουσαι ανα μετρητας δυο η τρεις

7 λεγει αυτοις ο ιησους γεμισατε τας υδριας υδατος και εγεμισαν αυτας εως ανω

8 και λεγει αυτοις αντλησατε νυν και φερετε τω αρχιτρικλινω οι δε ηνεγκαν

9 ως δε εγευσατο ο αρχιτρικλινος το υδωρ οινον γεγενημενον και ουκ ηδει ποθεν εστιν οι δε διακονοι ηδεισαν οι ηντληκοτες το υδωρ φωνει τον νυμφιον ο αρχιτρικλινος

10 και λεγει αυτω πας ανθρωπος πρωτον τον καλον οινον τιθησιν και οταν μεθυσθωσιν τον ελασσω συ τετηρηκας τον καλον οινον εως αρτι

11 ταυτην εποιησεν αρχην των σημειων ο ιησους εν κανα της γαλιλαιας και εφανερωσεν την δοξαν αυτου και επιστευσαν εις αυτον οι μαθηται αυτου

12 μετα τουτο κατεβη εις καφαρναουμ αυτος και η μητηρ αυτου και οι αδελφοι {VA 2: [αυτου] } και οι μαθηται αυτου και εκει εμειναν ου πολλας ημερας

13 και εγγυς ην το πασχα των ιουδαιων και ανεβη εις ιεροσολυμα ο ιησους

14 και ευρεν εν τω ιερω τους πωλουντας βοας και προβατα και περιστερας και τους κερματιστας καθημενους

15 και ποιησας φραγελλιον εκ σχοινιων παντας εξεβαλεν εκ του ιερου τα τε προβατα και τους βοας και των κολλυβιστων εξεχεεν {VA 1: τα κερματα } {VA 2: το κερμα } και τας τραπεζας ανετρεψεν

16 και τοις τας περιστερας πωλουσιν ειπεν αρατε ταυτα εντευθεν μη ποιειτε τον οικον του πατρος μου οικον εμποριου

17 εμνησθησαν οι μαθηται αυτου οτι γεγραμμενον εστιν ο ζηλος του οικου σου καταφαγεται με

18 απεκριθησαν ουν οι ιουδαιοι και ειπαν αυτω τι σημειον δεικνυεις ημιν οτι ταυτα ποιεις

19 απεκριθη ιησους και ειπεν αυτοις λυσατε τον ναον τουτον και {VA 1: [εν] } {VA 2: εν } τρισιν ημεραις εγερω αυτον

20 ειπαν ουν οι ιουδαιοι τεσσερακοντα και εξ ετεσιν οικοδομηθη ο ναος ουτος και συ εν τρισιν ημεραις εγερεις αυτον

21 εκεινος δε ελεγεν περι του ναου του σωματος αυτου

22 οτε ουν ηγερθη εκ νεκρων εμνησθησαν οι μαθηται αυτου οτι τουτο ελεγεν και επιστευσαν τη γραφη και τω λογω ον ειπεν ο ιησους

23 ως δε ην εν τοις ιεροσολυμοις εν τω πασχα εν τη εορτη πολλοι επιστευσαν εις το ονομα αυτου θεωρουντες αυτου τα σημεια α εποιει

24 αυτος δε ιησους ουκ επιστευεν αυτον αυτοις δια το αυτον γινωσκειν παντας

25 και οτι ου χρειαν ειχεν ινα τις μαρτυρηση περι του ανθρωπου αυτος γαρ εγινωσκεν τι ην εν τω ανθρωπω

← John 1   John 3 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 2574, 2649, 2777, 2788, 6135, 6426, 6674 ...

Apocalypse Revealed 43, 81, 191, 216, 316, 598, 610 ...

Divine Providence 230, 245

The Lord 30, 35

Sacred Scripture 29, 47

Heaven and Hell 187

True Christianity 102, 221, 682

Ukázat odkazy z nepublikovaných děl Swedenborga





Přeložit:
Sdílet: