John 16

Greek NT: Westcott/Hort, UBS4 variants

Studovat vnitřní smysl

← John 15   John 17 →

1 ταυτα λελαληκα υμιν ινα μη σκανδαλισθητε

2 αποσυναγωγους ποιησουσιν υμας αλλ ερχεται ωρα ινα πας ο αποκτεινας {VA 1: [υμας] } {VA 2: υμας } δοξη λατρειαν προσφερειν τω θεω

3 και ταυτα ποιησουσιν οτι ουκ εγνωσαν τον πατερα ουδε εμε

4 αλλα ταυτα λελαληκα υμιν ινα οταν ελθη η ωρα αυτων μνημονευητε αυτων οτι εγω ειπον υμιν ταυτα δε υμιν εξ αρχης ουκ ειπον οτι μεθ υμων ημην

5 νυν δε υπαγω προς τον πεμψαντα με και ουδεις εξ υμων ερωτα με που υπαγεις

6 αλλ οτι ταυτα λελαληκα υμιν η λυπη πεπληρωκεν υμων την καρδιαν

7 αλλ εγω την αληθειαν λεγω υμιν συμφερει υμιν ινα εγω απελθω εαν γαρ μη απελθω ο παρακλητος {VA 1: ου μη ελθη } {VA 2: ουκ ελευσεται } προς υμας εαν δε πορευθω πεμψω αυτον προς υμας

8 και ελθων εκεινος ελεγξει τον κοσμον περι αμαρτιας και περι δικαιοσυνης και περι κρισεως

9 περι αμαρτιας μεν οτι ου πιστευουσιν εις εμε

10 περι δικαιοσυνης δε οτι προς τον πατερα υπαγω και ουκετι θεωρειτε με

11 περι δε κρισεως οτι ο αρχων του κοσμου τουτου κεκριται

12 ετι πολλα εχω υμιν λεγειν αλλ ου δυνασθε βασταζειν αρτι

13 οταν δε ελθη εκεινος το πνευμα της αληθειας οδηγησει υμας {VA 1: εις την αληθειαν πασαν } {VA 2: εν τη αληθεια παση } ου γαρ λαλησει αφ εαυτου αλλ οσα {VA 1: ακουει } {VA 2: ακουσει } λαλησει και τα ερχομενα αναγγελει υμιν

14 εκεινος εμε δοξασει οτι εκ του εμου λημψεται και αναγγελει υμιν

15 παντα οσα εχει ο πατηρ εμα εστιν δια τουτο ειπον οτι εκ του εμου λαμβανει και αναγγελει υμιν

16 μικρον και ουκετι θεωρειτε με και παλιν μικρον και οψεσθε με

17 ειπαν ουν εκ των μαθητων αυτου προς αλληλους τι εστιν τουτο ο λεγει ημιν μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με και οτι υπαγω προς τον πατερα

18 ελεγον ουν τι εστιν τουτο {VA 1: ο λεγει } {VA 2: [ο λεγει] το } μικρον ουκ οιδαμεν {VA 1: [τι λαλει] } {VA 2: τι λαλει }

19 εγνω {VA 2: [ο] } ιησους οτι ηθελον αυτον ερωταν και ειπεν αυτοις περι τουτου ζητειτε μετ αλληλων οτι ειπον μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με

20 αμην αμην λεγω υμιν οτι κλαυσετε και θρηνησετε υμεις ο δε κοσμος χαρησεται υμεις λυπηθησεσθε αλλ η λυπη υμων εις χαραν γενησεται

21 η γυνη οταν τικτη λυπην εχει οτι ηλθεν η ωρα αυτης οταν δε γεννηση το παιδιον ουκετι μνημονευει της θλιψεως δια την χαραν οτι εγεννηθη ανθρωπος εις τον κοσμον

22 και υμεις ουν νυν μεν λυπην εχετε παλιν δε οψομαι υμας και χαρησεται υμων η καρδια και την χαραν υμων ουδεις {VA 1: αρει } {VA 2: αιρει } αφ υμων

23 και εν εκεινη τη ημερα εμε ουκ ερωτησετε ουδεν αμην αμην λεγω υμιν αν τι αιτησητε τον πατερα {VA 1: δωσει υμιν εν τω ονοματι μου } {VA 2: εν τω ονοματι μου δωσει υμιν }

24 εως αρτι ουκ ητησατε ουδεν εν τω ονοματι μου αιτειτε και λημψεσθε ινα η χαρα υμων η πεπληρωμενη

25 ταυτα εν παροιμιαις λελαληκα υμιν ερχεται ωρα οτε ουκετι εν παροιμιαις λαλησω υμιν αλλα παρρησια περι του πατρος απαγγελω υμιν

26 εν εκεινη τη ημερα εν τω ονοματι μου αιτησεσθε και ου λεγω υμιν οτι εγω ερωτησω τον πατερα περι υμων

27 αυτος γαρ ο πατηρ φιλει υμας οτι υμεις εμε πεφιληκατε και πεπιστευκατε οτι εγω παρα {VA 1: του πατρος } {VA 2: [του] θεου } εξηλθον

28 εξηλθον {VA 1: εκ } {VA 2: παρα } του πατρος και εληλυθα εις τον κοσμον παλιν αφιημι τον κοσμον και πορευομαι προς τον πατερα

29 λεγουσιν οι μαθηται αυτου ιδε νυν εν παρρησια λαλεις και παροιμιαν ουδεμιαν λεγεις

30 νυν οιδαμεν οτι οιδας παντα και ου χρειαν εχεις ινα τις σε ερωτα εν τουτω πιστευομεν οτι απο θεου εξηλθες

31 απεκριθη αυτοις ιησους αρτι πιστευετε

32 ιδου ερχεται ωρα και εληλυθεν ινα σκορπισθητε εκαστος εις τα ιδια καμε μονον αφητε και ουκ ειμι μονος οτι ο πατηρ μετ εμου εστιν

33 ταυτα λελαληκα υμιν ινα εν εμοι ειρηνην εχητε εν τω κοσμω θλιψιν εχετε αλλα θαρσειτε εγω νενικηκα τον κοσμον

← John 15   John 17 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 124, 1846, 2025, 2235, 2320, 2397, 2447 ...

Apocalypse Revealed 6, 173, 306, 325, 376, 613, 618 ...

Brief Exposition of Doctrine 44, 57, 117, 120

Conjugial Love 82, 118

Divine Love and Wisdom 149

Divine Providence 230

The Lord 13, 20, 31, 32, 35, 51

Sacred Scripture 85

Heaven and Hell 2, 5, 287

The Last Judgment 46

True Christianity 3, 98, 110, 116, 139, 153, 154 ...

The New Jerusalem and its Heavenly Doctrine 294

Ukázat odkazy z nepublikovaných děl Swedenborga





Přeložit:
Sdílet: