John 14

Study

             

1 μη ταρασσεσθω υμων η καρδια πιστευετε εις τον θεον και εις εμε πιστευετε

2 εν τη οικια του πατρος μου μοναι πολλαι εισιν ει δε μη ειπον αν υμιν οτι πορευομαι ετοιμασαι τοπον υμιν

3 και εαν πορευθω και ετοιμασω τοπον υμιν παλιν ερχομαι και παραλημψομαι υμας προς εμαυτον ινα οπου ειμι εγω και υμεις ητε

4 και οπου {VA 1: εγω } {VA 2: [εγω] } υπαγω οιδατε την οδον

5 λεγει αυτω θωμας κυριε ουκ οιδαμεν που υπαγεις πως {VA 1: οιδαμεν την οδον } {VA 2: δυναμεθα την οδον ειδεναι }

6 λεγει αυτω {VA 2: [ο] } ιησους εγω ειμι η οδος και η αληθεια και η ζωη ουδεις ερχεται προς τον πατερα ει μη δι εμου

7 ει {VA 1: εγνωκειτε } {VA 2: εγνωκατε } με και τον πατερα μου {VA 1: αν ηδειτε } {VA 2: γνωσεσθε και } απ αρτι γινωσκετε αυτον και εωρακατε {VA 2: αυτον }

8 λεγει αυτω φιλιππος κυριε δειξον ημιν τον πατερα και αρκει ημιν

9 λεγει αυτω {VA 1: [ο] } {VA 2: ο } ιησους {VA 1: τοσουτον χρονον } {VA 2: τοσουτω χρονω } μεθ υμων ειμι και ουκ εγνωκας με φιλιππε ο εωρακως εμε εωρακεν τον πατερα πως συ λεγεις δειξον ημιν τον πατερα

10 ου πιστευεις οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι εστιν τα ρηματα α εγω λεγω υμιν απ εμαυτου ου λαλω ο δε πατηρ εν εμοι μενων ποιει τα εργα αυτου

11 πιστευετε μοι οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι ει δε μη δια τα εργα αυτα πιστευετε

12 αμην αμην λεγω υμιν ο πιστευων εις εμε τα εργα α εγω ποιω κακεινος ποιησει και μειζονα τουτων ποιησει οτι εγω προς τον πατερα πορευομαι

13 και ο τι αν αιτησητε εν τω ονοματι μου τουτο ποιησω ινα δοξασθη ο πατηρ εν τω υιω

14 εαν τι αιτησητε {VA 1: [με] } {VA 2: με } εν τω ονοματι μου {VA 1: τουτο } {VA 2: εγω } ποιησω

15 εαν αγαπατε με τας εντολας τας εμας τηρησετε

16 καγω ερωτησω τον πατερα και αλλον παρακλητον δωσει υμιν ινα {VA 1: η μεθ υμων εις τον αιωνα } {VA 2: μεθ υμων εις τον αιωνα η }

17 το πνευμα της αληθειας ο ο κοσμος ου δυναται λαβειν οτι ου θεωρει αυτο ουδε γινωσκει υμεις γινωσκετε αυτο οτι παρ υμιν μενει και εν υμιν {VA 1: εστιν } {VA 2: εσται }

18 ουκ αφησω υμας ορφανους ερχομαι προς υμας

19 ετι μικρον και ο κοσμος με ουκετι θεωρει υμεις δε θεωρειτε με οτι εγω ζω και υμεις ζησετε

20 εν εκεινη τη ημερα {VA 1: υμεις γνωσεσθε } {VA 2: γνωσεσθε υμεις } οτι εγω εν τω πατρι μου και υμεις εν εμοι καγω εν υμιν

21 ο εχων τας εντολας μου και τηρων αυτας εκεινος εστιν ο αγαπων με ο δε αγαπων με αγαπηθησεται υπο του πατρος μου καγω αγαπησω αυτον και εμφανισω αυτω εμαυτον

22 λεγει αυτω ιουδας ουχ ο ισκαριωτης κυριε {VA 2: [και] } τι γεγονεν οτι ημιν μελλεις εμφανιζειν σεαυτον και ουχι τω κοσμω

23 απεκριθη ιησους και ειπεν αυτω εαν τις αγαπα με τον λογον μου τηρησει και ο πατηρ μου αγαπησει αυτον και προς αυτον ελευσομεθα και μονην παρ αυτω ποιησομεθα

24 ο μη αγαπων με τους λογους μου ου τηρει και ο λογος ον ακουετε ουκ εστιν εμος αλλα του πεμψαντος με πατρος

25 ταυτα λελαληκα υμιν παρ υμιν μενων

26 ο δε παρακλητος το πνευμα το αγιον ο πεμψει ο πατηρ εν τω ονοματι μου εκεινος υμας διδαξει παντα και υπομνησει υμας παντα α ειπον υμιν {VA 1: εγω } {VA 2: [εγω] }

27 ειρηνην αφιημι υμιν ειρηνην την εμην διδωμι υμιν ου καθως ο κοσμος διδωσιν εγω διδωμι υμιν μη ταρασσεσθω υμων η καρδια μηδε δειλιατω

28 ηκουσατε οτι εγω ειπον υμιν υπαγω και ερχομαι προς υμας ει ηγαπατε με εχαρητε αν οτι πορευομαι προς τον πατερα οτι ο πατηρ μειζων μου εστιν

29 και νυν ειρηκα υμιν πριν γενεσθαι ινα οταν γενηται πιστευσητε

30 ουκετι πολλα λαλησω μεθ υμων ερχεται γαρ ο του κοσμου αρχων και εν εμοι ουκ εχει ουδεν

31 αλλ ινα γνω ο κοσμος οτι αγαπω τον πατερα και καθως {VA 1: εντολην εδωκεν } {VA 2: ενετειλατο } μοι ο πατηρ ουτως ποιω εγειρεσθε αγωμεν εντευθεν