Matthew 4

Greek NT: Tischendorf 8th Ed.

Studovat vnitřní smysl

← Matthew 3   Matthew 5 →

1 τοτε ο ιησους ανηχθη εις την ερημον υπο του πνευματος πειρασθηναι υπο του διαβολου

2 και νηστευσας ημερας τεσσερακοντα και τεσσερακοντα νυκτας υστερον επεινασεν

3 και προσελθων ο πειραζων ειπεν αυτω ει υιος ει του θεου ειπε ινα οι λιθοι ουτοι αρτοι γενωνται

4 ο δε αποκριθεις ειπεν γεγραπται ουκ επ αρτω μονω ζησεται ο ανθρωπος αλλ επι παντι ρηματι εκπορευομενω δια στοματος θεου

5 τοτε παραλαμβανει αυτον ο διαβολος εις την αγιαν πολιν και εστησεν αυτον επι το πτερυγιον του ιερου

6 και λεγει αυτω ει υιος ει του θεου βαλε σεαυτον κατω γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου και επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου

7 εφη αυτω ο ιησους παλιν γεγραπται ουκ εκπειρασεις κυριον τον θεον σου

8 παλιν παραλαμβανει αυτον ο διαβολος εις ορος υψηλον λιαν και δεικνυσιν αυτω πασας τας βασιλειας του κοσμου και την δοξαν αυτων

9 και ειπεν αυτω ταυτα σοι παντα δωσω εαν πεσων προσκυνησης μοι

10 τοτε λεγει αυτω ο ιησους υπαγε σατανα γεγραπται γαρ κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις

11 τοτε αφιησιν αυτον ο διαβολος και ιδου αγγελοι προσηλθον και διηκονουν αυτω

12 ακουσας δε οτι ιωαννης παρεδοθη ανεχωρησεν εις την γαλιλαιαν

13 και καταλιπων την ναζαρα ελθων κατωκησεν εις καφαρναουμ την παραθαλασσιαν εν οριοις ζαβουλων και νεφθαλειμ

14 ινα πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος

15 γη ζαβουλων και γη νεφθαλειμ οδον θαλασσης περαν του ιορδανου γαλιλαια των εθνων

16 ο λαος ο καθημενος εν σκοτει φως ειδεν μεγα και τοις καθημενοις εν χωρα και σκια θανατου φως ανετειλεν αυτοις

17 απο τοτε ηρξατο ο ιησους κηρυσσειν και λεγειν μετανοειτε ηγγικεν γαρ η βασιλεια των ουρανων

18 περιπατων δε παρα την θαλασσαν της γαλιλαιας ειδεν δυο αδελφους σιμωνα τον λεγομενον πετρον και ανδρεαν τον αδελφον αυτου βαλλοντας αμφιβληστρον εις την θαλασσαν ησαν γαρ αλεεις

19 και λεγει αυτοις δευτε οπισω μου και ποιησω υμας αλεεις ανθρωπων

20 οι δε ευθεως αφεντες τα δικτυα ηκολουθησαν αυτω

21 και προβας εκειθεν ειδεν αλλους δυο αδελφους ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου εν τω πλοιω μετα ζεβεδαιου του πατρος αυτων καταρτιζοντας τα δικτυα αυτων και εκαλεσεν αυτους

22 οι δε ευθεως αφεντες το πλοιον και τον πατερα αυτων ηκολουθησαν αυτω

23 και περιηγεν εν ολη τη γαλιλαια διδασκων εν ταις συναγωγαις αυτων και κηρυσσων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν μαλακιαν εν τω λαω

24 και απηλθεν η ακοη αυτου εις ολην την συριαν και προσηνεγκαν αυτω παντας τους κακως εχοντας ποικιλαις νοσοις και βασανοις συνεχομενους και δαιμονιζομενους και σεληνιαζομενους και παραλυτικους και εθεραπευσεν αυτους

25 και ηκολουθησαν αυτω οχλοι πολλοι απο της γαλιλαιας και δεκαπολεως και ιεροσολυμων και ιουδαιας και περαν του ιορδανου

← Matthew 3   Matthew 5 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 276, 290, 681, 730, 1288, 1444, 1690 ...

Apocalypse Revealed 405, 413, 478, 546, 553, 664, 749 ...

Brief Exposition of Doctrine 113

Conjugial Love 529

The Lord 12, 18, 42

Sacred Scripture 69, 111

Heaven and Hell 129

Interaction of the Soul and Body 20

True Christianity 113, 239, 528

The New Jerusalem and its Heavenly Doctrine 218

Ukázat odkazy z nepublikovaných děl Swedenborga

Duchovní témata:

Resistance




Přeložit:
Sdílet: