Matthew 28

Greek NT: Tischendorf 8th Ed.

Studovat vnitřní smysl

← Matthew 27  

1 οψε δε σαββατων τη επιφωσκουση εις μιαν σαββατων ηλθεν μαριαμ η μαγδαληνη και η αλλη μαρια θεωρησαι τον ταφον

2 και ιδου σεισμος εγενετο μεγας αγγελος γαρ κυριου καταβας εξ ουρανου και προσελθων απεκυλισεν τον λιθον και εκαθητο επανω αυτου

3 ην δε η ειδεα αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ως χιων

4 απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντες και εγενηθησαν ως νεκροι

5 αποκριθεις δε ο αγγελος ειπεν ταις γυναιξιν μη φοβεισθε υμεις οιδα γαρ οτι ιησουν τον εσταυρωμενον ζητειτε

6 ουκ εστιν ωδε ηγερθη γαρ καθως ειπεν δευτε ιδετε τον τοπον οπου εκειτο

7 και ταχυ πορευθεισαι ειπατε τοις μαθηταις αυτου οτι ηγερθη απο των νεκρων και ιδου προαγει υμας εις την γαλιλαιαν εκει αυτον οψεσθε ιδου ειπον υμιν

8 και απελθουσαι ταχυ απο του μνημειου μετα φοβου και χαρας μεγαλης εδραμον απαγγειλαι τοις μαθηταις αυτου

9 και ιδου ιησους υπηντησεν αυταις λεγων χαιρετε αι δε προσελθουσαι εκρατησαν αυτου τους ποδας και προσεκυνησαν αυτω

10 τοτε λεγει αυταις ο ιησους μη φοβεισθε υπαγετε απαγγειλατε τοις αδελφοις μου ινα απελθωσιν εις την γαλιλαιαν και εκει με οψονται

11 πορευομενων δε αυτων ιδου τινες της κουστωδιας ελθοντες εις την πολιν απηγγειλαν τοις αρχιερευσιν απαντα τα γενομενα

12 και συναχθεντες μετα των πρεσβυτερων συμβουλιον τε λαβοντες αργυρια ικανα εδωκαν τοις στρατιωταις

13 λεγοντες ειπατε οτι οι μαθηται αυτου νυκτος ελθοντες εκλεψαν αυτον ημων κοιμωμενων

14 και εαν ακουσθη τουτο επι του ηγεμονος ημεις πεισομεν και υμας αμεριμνους ποιησομεν

15 οι δε λαβοντες τα αργυρια εποιησαν ως εδιδαχθησαν και εφημισθη ο λογος ουτος παρα ιουδαιοις μεχρι της σημερον

16 οι δε ενδεκα μαθηται επορευθησαν εις την γαλιλαιαν εις το ορος ου εταξατο αυτοις ο ιησους

17 και ιδοντες αυτον προσεκυνησαν οι δε εδιστασαν

18 και προσελθων ο ιησους ελαλησεν αυτοις λεγων εδοθη μοι πασα εξουσια εν ουρανω και επι γης

19 πορευθεντες μαθητευσατε παντα τα εθνη βαπτιζοντες αυτους εις το ονομα του πατρος και του υιου και του αγιου πνευματος

20 διδασκοντες αυτους τηρειν παντα οσα ενετειλαμην υμιν και ιδου εγω μεθ υμων ειμι πασας τας ημερας εως της συντελειας του αιωνοςοι δε πορευθεντες ησφαλισαντο τον ταφον σφραγισαντες τον λιθον μετα της κουστωδιας

← Matthew 27  
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 1607, 2026, 2576, 2708, 3704, 4535, 5530 ...

Apocalypse Revealed 23, 32, 49, 56, 80, 166, 176 ...

Brief Exposition of Doctrine 32, 44, 120

Conjugial Love 8, 82, 120, 336

Divine Love and Wisdom 111

Divine Providence 245, 262, 330

The Lord 32, 41, 46, 51

Sacred Scripture 29

Worlds in Space 91, 159

Heaven and Hell 5, 180

True Christianity 98, 111, 113, 137, 139, 164, 188 ...

The New Jerusalem and its Heavenly Doctrine 291, 292

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: