Luke 7

Greek NT: Tischendorf 8th Ed.

Studovat vnitřní smysl

← Luke 6   Luke 8 →

1 επειδη επληρωσεν παντα τα ρηματα αυτου εις τας ακοας του λαου εισηλθεν εις καφαρναουμ

2 εκατονταρχου δε τινος δουλος κακως εχων ημελλεν τελευταν ος ην αυτω εντιμος

3 ακουσας δε περι του ιησου απεστειλεν προς αυτον πρεσβυτερους των ιουδαιων ερωτων αυτον οπως ελθων διασωση τον δουλον αυτου

4 οι δε παραγενομενοι προς τον ιησουν ηρωτων αυτον σπουδαιως λεγοντες οτι αξιος εστιν ω παρεξη τουτο

5 αγαπα γαρ το εθνος ημων και την συναγωγην αυτος ωκοδομησεν ημιν

6 ο δε ιησους επορευετο συν αυτοις ηδη δε αυτου ου μακραν απεχοντος απο της οικιας επεμψεν φιλους ο εκατονταρχης λεγων κυριε μη σκυλλου ου γαρ ικανος ειμι ινα υπο την στεγην μου εισελθης

7 διο ουδε εμαυτον ηξιωσα προς σε ελθειν αλλα ειπε λογω και ιαθητω ο παις μου

8 και γαρ εγω ανθρωπος ειμι υπο εξουσιαν τασσομενος εχων υπ εμαυτον στρατιωτας και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει

9 ακουσας δε ταυτα ο ιησους εθαυμασεν αυτον και στραφεις τω ακολουθουντι αυτω οχλω ειπεν λεγω υμιν ουδε εν τω ισραηλ τοσαυτην πιστιν ευρον

10 και υποστρεψαντες εις τον οικον οι πεμφθεντες ευρον τον δουλον υγιαινοντα

11 και εγενετο εν τη εξης επορευθη εις πολιν καλουμενην ναιν και συνεπορευοντο αυτω οι μαθηται αυτου και ικανοι και οχλος πολυς

12 ως δε ηγγισεν τη πυλη της πολεως και ιδου εξεκομιζετο τεθνηκως μονογενης υιος τη μητρι αυτου και αυτη ην χηρα και οχλος της πολεως ικανος ην συν αυτη

13 και ιδων αυτην ο κυριος εσπλαγχνισθη επ αυτην και ειπεν αυτη μη κλαιε

14 και προσελθων ηψατο της σορου οι δε βασταζοντες εστησαν και ειπεν νεανισκε σοι λεγω εγερθητι

15 και ανεκαθισεν ο νεκρος και ηρξατο λαλειν και εδωκεν αυτον τη μητρι αυτου

16 ελαβεν δε φοβος απαντας και εδοξαζον τον θεον λεγοντες οτι προφητης μεγας ηγερθη εν ημιν και οτι επεσκεψατο ο θεος τον λαον αυτου

17 και εξηλθεν ο λογος ουτος εν ολη τη ιουδαια περι αυτου και παση τη περιχωρω

18 και απηγγειλαν ιωαννει οι μαθηται αυτου περι παντων τουτων

19 και προσκαλεσαμενος δυο τινας των μαθητων αυτου ο ιωαννης επεμψεν προς τον κυριον λεγων συ ει ο ερχομενος η αλλον προσδοκωμεν

20 παραγενομενοι δε προς αυτον οι ανδρες ειπαν ιωαννης ο βαπτιστης απεσταλκεν ημας προς σε λεγων συ ει ο ερχομενος η αλλον προσδοκωμεν

21 εν εκεινη τη ωρα εθεραπευσεν πολλους απο νοσων και μαστιγων και πνευματων πονηρων και τυφλοις πολλοις εχαρισατο βλεπειν

22 και αποκριθεις ειπεν αυτοις πορευθεντες απαγγειλατε ιωαννει α ειδετε και ηκουσατε οτι τυφλοι αναβλεπουσιν χωλοι περιπατουσιν λεπροι καθαριζονται κωφοι ακουουσιν νεκροι εγειρονται πτωχοι ευαγγελιζονται

23 και μακαριος εστιν ος εαν μη σκανδαλισθη εν εμοι

24 απελθοντων δε των αγγελων ιωαννου ηρξατο λεγειν προς τους οχλους περι ιωαννου τι εξεληλυθατε εις την ερημον θεασασθαι καλαμον υπο ανεμου σαλευομενον

25 αλλα τι εξεληλυθατε ιδειν ανθρωπον εν μαλακοις ιματιοις ημφιεσμενον ιδου οι εν ιματισμω ενδοξω και τρυφη υπαρχοντες εν τοις βασιλειοις εισιν

26 αλλα τι εξεληλυθατε ιδειν προφητην ναι λεγω υμιν και περισσοτερον προφητου

27 ουτος εστιν περι ου γεγραπται ιδου αποστελλω τον αγγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου εμπροσθεν σου

28 λεγω υμιν μειζων εν γεννητοις γυναικων προφητης ιωαννου ουδεις εστιν ο δε μικροτερος εν τη βασιλεια του θεου μειζων αυτου εστιν

29 και πας ο λαος ακουσας και οι τελωναι εδικαιωσαν τον θεον βαπτισθεντες το βαπτισμα ιωαννου

30 οι δε φαρισαιοι και οι νομικοι την βουλην του θεου ηθετησαν εις εαυτους μη βαπτισθεντες υπ αυτου

31 τινι ουν ομοιωσω τους ανθρωπους της γενεας ταυτης και τινι εισιν ομοιοι

32 ομοιοι εισιν παιδιοις τοις εν αγορα καθημενοις και προσφωνουσιν αλληλοις λεγοντες ηυλησαμεν υμιν και ουκ ωρχησασθε εθρηνησαμεν και ουκ εκλαυσατε

33 εληλυθεν γαρ ιωαννης ο βαπτιστης μη εσθιων αρτον μηδε πινων οινον και λεγετε δαιμονιον εχει

34 εληλυθεν ο υιος του ανθρωπου εσθιων και πινων και λεγετε ιδου ανθρωπος φαγος και οινοποτης φιλος τελωνων και αμαρτωλων

35 και εδικαιωθη η σοφια απο των τεκνων αυτης παντων

36 ηρωτα δε τις αυτον των φαρισαιων ινα φαγη μετ αυτου και εισελθων εις τον οικον του φαρισαιου κατεκλιθη

37 και ιδου γυνη ητις ην εν τη πολει αμαρτωλος και επιγνουσα οτι κατακειται εν τη οικια του φαρισαιου κομισασα αλαβαστρον μυρου

38 και στασα οπισω παρα τους ποδας αυτου κλαιουσα τοις δακρυσιν ηρξατο βρεχειν τους ποδας αυτου και ταις θριξιν της κεφαλης αυτης εξεμαξεν και κατεφιλει τους ποδας αυτου και ηλειφεν τω μυρω

39 ιδων δε ο φαρισαιος ο καλεσας αυτον ειπεν εν εαυτω λεγων ουτος ει ην προφητης εγινωσκεν αν τις και ποταπη η γυνη ητις απτεται αυτου οτι αμαρτωλος εστιν

40 και αποκριθεις ο ιησους ειπεν προς αυτον σιμων εχω σοι τι ειπειν ο δε διδασκαλε ειπε φησιν

41 δυο χρεοφειλεται ησαν δανιστη τινι ο εις ωφειλεν δηναρια πεντακοσια ο δε ετερος πεντηκοντα

42 μη εχοντων αυτων αποδουναι αμφοτεροις εχαρισατο τις ουν αυτων πλειον αγαπησει αυτον

43 αποκριθεις σιμων ειπεν υπολαμβανω οτι ω το πλειον εχαρισατο ο δε ειπεν αυτω ορθως εκρινας

44 και στραφεις προς την γυναικα τω σιμωνι εφη βλεπεις ταυτην την γυναικα εισηλθον σου εις την οικιαν υδωρ μου επι τους ποδας ουκ εδωκας αυτη δε τοις δακρυσιν εβρεξεν μου τους ποδας και ταις θριξιν αυτης εξεμαξεν

45 φιλημα μοι ουκ εδωκας αυτη δε αφ ης εισηλθον ου διελειπεν καταφιλουσα μου τους ποδας

46 ελαιω την κεφαλην μου ουκ ηλειψας αυτη δε μυρω ηλειψεν μου τους ποδας

47 ου χαριν λεγω σοι αφεωνται αυτης αι αμαρτιαι αι πολλαι οτι ηγαπησεν πολυ ω δε ολιγον αφιεται ολιγον αγαπα

48 ειπεν δε αυτη αφεωνται σου αι αμαρτιαι

49 και ηρξαντο οι συνανακειμενοι λεγειν εν εαυτοις τις ουτος εστιν ος και αμαρτιας αφιησιν

50 ειπεν δε προς την γυναικα η πιστις σου σεσωκεν σε πορευου εις ειρηνην

← Luke 6   Luke 8 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 1017, 2371, 2383, 2576, 3147, 8364, 9188 ...

Apocalypse Revealed 49, 55, 456, 478, 657, 779, 839

The Lord 15, 48

Life 51

True Christianity 129, 688

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: