Luke 4

Greek NT: Tischendorf 8th Ed.

Studovat vnitřní smysl

← Luke 3   Luke 5 →

1 ιησους δε πληρης πνευματος αγιου υπεστρεψεν απο του ιορδανου και ηγετο εν τω πνευματι εν τη ερημω

2 ημερας τεσσερακοντα πειραζομενος υπο του διαβολου και ουκ εφαγεν ουδεν εν ταις ημεραις εκειναις και συντελεσθεισων αυτων επεινασεν

3 ειπεν δε αυτω ο διαβολος ει υιος ει του θεου ειπε τω λιθω τουτω ινα γενηται αρτος

4 και απεκριθη προς αυτον ο ιησους γεγραπται οτι ουκ επ αρτω μονω ζησεται ο ανθρωπος

5 και αναγαγων αυτον εδειξεν αυτω πασας τας βασιλειας της οικουμενης εν στιγμη χρονου

6 και ειπεν αυτω ο διαβολος σοι δωσω την εξουσιαν ταυτην απασαν και την δοξαν αυτων οτι εμοι παραδεδοται και ω εαν θελω διδωμι αυτην

7 συ ουν εαν προσκυνησης ενωπιον εμου εσται σου πασα

8 και αποκριθεις ο ιησους ειπεν αυτω γεγραπται προσκυνησεις κυριον τον θεον σου και αυτω μονω λατρευσεις

9 ηγαγεν δε αυτον εις ιερουσαλημ και εστησεν επι το πτερυγιον του ιερου και ειπεν αυτω ει υιος ει του θεου βαλε σεαυτον εντευθεν κατω

10 γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε

11 και οτι επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου

12 και αποκριθεις ειπεν αυτω ο ιησους οτι ειρηται ουκ εκπειρασεις κυριον τον θεον σου

13 και συντελεσας παντα πειρασμον ο διαβολος απεστη απ αυτου αχρι καιρου

14 και υπεστρεψεν ο ιησους εν τη δυναμει του πνευματος εις την γαλιλαιαν και φημη εξηλθεν καθ ολης της περιχωρου περι αυτου

15 και αυτος εδιδασκεν εν ταις συναγωγαις αυτων δοξαζομενος υπο παντων

16 και ηλθεν εις ναζαρα ου ην ανατεθραμμενος και εισηλθεν κατα το ειωθος αυτω εν τη ημερα των σαββατων εις την συναγωγην και ανεστη αναγνωναι

17 και επεδοθη αυτω βιβλιον του προφητου ησαιου και αναπτυξας το βιβλιον ευρεν τοπον ου ην γεγραμμενον

18 πνευμα κυριου επ εμε ου εινεκεν εχρισεν με ευαγγελισασθαι πτωχοις απεσταλκεν με

19 κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν αποστειλαι τεθραυσμενους εν αφεσει κηρυξαι ενιαυτον κυριου δεκτον

20 και πτυξας το βιβλιον αποδους τω υπηρετη εκαθισεν και παντων οι οφθαλμοι εν τη συναγωγη ησαν ατενιζοντες αυτω

21 ηρξατο δε λεγειν προς αυτους οτι σημερον πεπληρωται η γραφη αυτη εν τοις ωσιν υμων

22 και παντες εμαρτυρουν αυτω και εθαυμαζον επι τοις λογοις της χαριτος τοις εκπορευομενοις εκ του στοματος αυτου και ελεγον ουχι υιος εστιν ιωσηφ ουτος

23 και ειπεν προς αυτους παντως ερειτε μοι την παραβολην ταυτην ιατρε θεραπευσον σεαυτον οσα ηκουσαμεν γενομενα εις την καφαρναουμ ποιησον και ωδε εν τη πατριδι σου

24 ειπεν δε αμην λεγω υμιν οτι ουδεις προφητης δεκτος εστιν εν τη πατριδι εαυτου

25 επ αληθειας δε λεγω υμιν οτι πολλαι χηραι ησαν εν ταις ημεραις ηλειου εν τω ισραηλ οτε εκλεισθη ο ουρανος επι ετη τρια και μηνας εξ ως εγενετο λιμος μεγας επι πασαν την γην

26 και προς ουδεμιαν αυτων επεμφθη ηλειας ει μη εις σαρεπτα της σιδωνιας προς γυναικα χηραν

27 και πολλοι λεπροι ησαν εν τω ισραηλ επι ελισαιου του προφητου και ουδεις αυτων εκαθαρισθη ει μη ναιμαν ο συρος

28 και επλησθησαν παντες θυμου εν τη συναγωγη ακουοντες ταυτα

29 και ανασταντες εξεβαλον αυτον εξω της πολεως και ηγαγον αυτον εως οφρυος του ορους εφ ου η πολις ωκοδομητο αυτων ωστε κατακρημνισαι αυτον

30 αυτος δε διελθων δια μεσου αυτων επορευετο

31 και κατηλθεν εις καφαρναουμ πολιν της γαλιλαιας και ην διδασκων αυτους εν τοις σαββασιν

32 και εξεπλησσοντο επι τη διδαχη αυτου οτι εν εξουσια ην ο λογος αυτου

33 και εν τη συναγωγη ην ανθρωπος εχων πνευμα δαιμονιου ακαθαρτου και ανεκραξεν φωνη μεγαλη

34 εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου

35 και επετιμησεν αυτω ο ιησους λεγων φιμωθητι και εξελθε απ αυτου και ριψαν αυτον το δαιμονιον εις το μεσον εξηλθεν απ αυτου μηδεν βλαψαν αυτον

36 και εγενετο θαμβος επι παντας και συνελαλουν προς αλληλους λεγοντες τις ο λογος ουτος οτι εν εξουσια και δυναμει επιτασσει τοις ακαθαρτοις πνευμασιν και εξερχονται

37 και εξεπορευετο ηχος περι αυτου εις παντα τοπον της περιχωρου

38 αναστας δε απο της συναγωγης εισηλθεν εις την οικιαν σιμωνος πενθερα δε του σιμωνος ην συνεχομενη πυρετω μεγαλω και ηρωτησαν αυτον περι αυτης

39 και επιστας επανω αυτης επετιμησεν τω πυρετω και αφηκεν αυτην παραχρημα δε αναστασα διηκονει αυτοις

40 δυνοντος δε του ηλιου παντες οσοι ειχον ασθενουντας νοσοις ποικιλαις ηγαγον αυτους προς αυτον ο δε ενι εκαστω αυτων τας χειρας επιτιθεις εθεραπευεν αυτους

41 εξηρχοντο δε και δαιμονια απο πολλων κραυγαζοντα και λεγοντα οτι συ ει ο υιος του θεου και επιτιμων ουκ εια αυτα λαλειν οτι ηδεισαν τον χριστον αυτον ειναι

42 γενομενης δε ημερας εξελθων επορευθη εις ερημον τοπον και οι οχλοι επεζητουν αυτον και ηλθον εως αυτου και κατειχον αυτον του μη πορευεσθαι απ αυτων

43 ο δε ειπεν προς αυτους οτι και ταις ετεραις πολεσιν ευαγγελισασθαι με δει την βασιλειαν του θεου οτι επι τουτο απεσταλην

44 και ην κηρυσσων εις τας συναγωγας της γαλιλαιας

← Luke 3   Luke 5 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 730, 1444, 1573, 1690, 2397, 2708, 2714 ...

Apocalypse Revealed 458, 546, 553, 562, 591, 664, 764 ...

Brief Exposition of Doctrine 120

The Lord 11, 12, 15, 20, 42, 48, 50

True Christianity 262

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: