Luke 13

Greek NT: Tischendorf 8th Ed.

Studovat vnitřní smysl

← Luke 12   Luke 14 →

1 παρησαν δε τινες εν αυτω τω καιρω απαγγελλοντες αυτω περι των γαλιλαιων ων το αιμα πειλατος εμιξεν μετα των θυσιων αυτων

2 και αποκριθεις ειπεν αυτοις δοκειτε οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντας τους γαλιλαιους εγενοντο οτι ταυτα πεπονθασιν

3 ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντες ομοιως απολεισθε

4 η εκεινοι οι δεκαοκτω εφ ους επεσεν ο πυργος εν τω σιλωαμ και απεκτεινεν αυτους δοκειτε οτι αυτοι οφειλεται εγενοντο παρα παντας τους ανθρωπους τους κατοικουντας εν ιερουσαλημ

5 ουχι λεγω υμιν αλλ εαν μη μετανοησητε παντες ωσαυτως απολεισθε

6 ελεγεν δε ταυτην την παραβολην συκην ειχεν τις πεφυτευμενην εν τω αμπελωνι αυτου και ηλθεν ζητων καρπον εν αυτη και ουχ ευρεν

7 ειπεν δε προς τον αμπελουργον ιδου τρια ετη αφ ου ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον αυτην ινατι και την γην καταργει

8 ο δε αποκριθεις λεγει αυτω κυριε αφες αυτην και τουτο το ετος εως οτου σκαψω περι αυτην και βαλω κοπρια

9 καν μεν ποιηση καρπον εις το μελλον ει δε μηγε εκκοψεις αυτην

10 ην δε διδασκων εν μια των συναγωγων εν τοις σαββασιν

11 και ιδου γυνη πνευμα εχουσα ασθενειας ετη δεκαοκτω και ην συνκυπτουσα και μη δυναμενη ανακυψαι εις το παντελες

12 ιδων δε αυτην ο ιησους προσεφωνησεν και ειπεν αυτη γυναι απολελυσαι απο της ασθενειας σου

13 και επεθηκεν αυτη τας χειρας και παραχρημα ανορθωθη και εδοξαζεν τον θεον

14 αποκριθεις δε ο αρχισυναγωγος αγανακτων οτι τω σαββατω εθεραπευσεν ο ιησους ελεγεν τω οχλω οτι εξ ημεραι εισιν εν αις δει εργαζεσθαι εν αυταις ουν ερχομενοι θεραπευεσθε και μη τη ημερα του σαββατου

15 απεκριθη δε αυτω ο κυριος και ειπεν υποκριται εκαστος υμων τω σαββατω ου λυει τον βουν αυτου η τον ονον απο της φατνης και απαγαγων ποτιζει

16 ταυτην δε θυγατερα αβρααμ ουσαν ην εδησεν ο σατανας ιδου δεκα και οκτω ετη ουκ εδει λυθηναι απο του δεσμου τουτου τη ημερα του σαββατου

17 και ταυτα λεγοντος αυτου κατησχυνοντο παντες οι αντικειμενοι αυτω και πας ο οχλος εχαιρεν επι πασιν τοις ενδοξοις τοις γινομενοις υπ αυτου

18 ελεγεν ουν τινι ομοια εστιν η βασιλεια του θεου και τινι ομοιωσω αυτην

19 ομοια εστιν κοκκω σιναπεως ον λαβων ανθρωπος εβαλεν εις κηπον εαυτου και ηυξησεν και εγενετο εις δενδρον και τα πετεινα του ουρανου κατεσκηνωσεν εν τοις κλαδοις αυτου

20 και παλιν ειπεν τινι ομοιωσω την βασιλειαν του θεου

21 ομοια εστιν ζυμη ην λαβουσα γυνη εκρυψεν εις αλευρου σατα τρια εως ου εζυμωθη ολον

22 και διεπορευετο κατα πολεις και κωμας διδασκων και πορειαν ποιουμενος εις ιεροσολυμα

23 ειπεν δε τις αυτω κυριε ει ολιγοι οι σωζομενοι ο δε ειπεν προς αυτους

24 αγωνιζεσθε εισελθειν δια της στενης θυρας οτι πολλοι λεγω υμιν ζητησουσιν εισελθειν και ουκ ισχυσουσιν

25 αφ ου αν εγερθη ο οικοδεσποτης και αποκλειση την θυραν και αρξησθε εξω εσταναι και κρουειν την θυραν λεγοντες κυριε ανοιξον ημιν και αποκριθεις ερει υμιν ουκ οιδα υμας ποθεν εστε

26 τοτε αρξεσθε λεγειν εφαγομεν ενωπιον σου και επιομεν και εν ταις πλατειαις ημων εδιδαξας

27 και ερει λεγων υμιν ουκ οιδα υμας ποθεν εστε αποστητε απ εμου παντες εργαται αδικιας

28 εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων οταν οψεσθε αβρααμ και ισαακ και ιακωβ και παντας τους προφητας εν τη βασιλεια του θεου υμας δε εκβαλλομενους εξω

29 και ηξουσιν απο ανατολων και δυσμων και βορρα και νοτου και ανακλιθησονται εν τη βασιλεια του θεου

30 και ιδου εισιν εσχατοι οι εσονται πρωτοι και εισιν πρωτοι οι εσονται εσχατοι

31 εν αυτη τη ωρα προσηλθαν τινες φαρισαιοι λεγοντες αυτω εξελθε και πορευου εντευθεν οτι ηρωδης θελει σε αποκτειναι

32 και ειπεν αυτοις πορευθεντες ειπατε τη αλωπεκι ταυτη ιδου εκβαλλω δαιμονια και ιασεις αποτελω σημερον και αυριον και τη τριτη τελειουμαι

33 πλην δει με σημερον και αυριον και τη εχομενη πορευεσθαι οτι ουκ ενδεχεται προφητην απολεσθαι εξω ιερουσαλημ

34 ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην ποσακις ηθελησα επισυναξαι τα τεκνα σου ον τροπον ορνιξ την εαυτης νοσσιαν υπο τας πτερυγας και ουκ ηθελησατε

35 ιδου αφιεται υμιν ο οικος υμων λεγω υμιν οτι ου μη ιδητε με εως ηξει οτε ειπητε ευλογημενος ο ερχομενος εν ονοματι κυριου

← Luke 12   Luke 14 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 776, 1017, 1032, 1059, 1328, 2336, 2371 ...

Apocalypse Revealed 8, 81, 157, 176, 245, 289, 334 ...

Brief Exposition of Doctrine 114

Divine Love and Wisdom 17

Divine Providence 25, 114, 128

The Lord 15, 18, 48

Life 2, 30, 65, 103

Heaven and Hell 324, 471, 575

The Last Judgment 52

True Christianity 129, 528, 567, 723

The New Jerusalem and its Heavenly Doctrine 119

Ukázat odkazy z nepublikovaných děl Swedenborga





Přeložit:
Sdílet: