John 8

Greek NT: Tischendorf 8th Ed.

Studovat vnitřní smysl

← John 7   John 9 →

1 ιησους δε επορευθη εις το ορος των ελαιων

2 ορθρου δε παλιν παρεγεινεται εις το ειερον και πας ο λαος ηρχετο προς αυτον

3 αγουσιν δε οι γραμματεις και οι φαρισαιοι επι αμαρτεια γυναικα ειλημμενην και στησαντες αυτην εν μεσω

4 λεγουσιν αυτω εκπειραζοντες αυτον οι ιερεις ινα εχωσιν κατηγορειαν αυτο διδασκαλε αυτη η γυνη κατειληπται επαυτοφωρω μοιχευομενη

5 εν δε τω νομω μωυσης ημιν ενετειλατο τας τοιαυτας λιθοβολεισθαι συ ουν τι λεγεις

6 τουτο δε ελεγον πειραζοντες αυτον ινα εχωσι κατηγορειν αυτου ο δε ιησους κατω κυψας τω δακτυλω εγραφεν εις την γην

7 ως δε επεμενον ερωτωντες αυτον ανεκυψας ειπε προς αυτους ο αναμαρτητος υμων πρωτος τον λιθον επ αυτην βαλετω

8 και παλιν κατω κυψας εγραφεν εις την γην

9 οι δε ακουσαντες και υπο της συνειδησεως ελεγχομενοι εξηρχοντο εις καθ εις αρξαμενοι απο των πρεσβυτερων εως των εσχατων και κατελειφθη μονος ο ιησους και η γυνη εν μεσω εστωσα

10 ανακυψας δε ο ιησους και μηδενα θεασαμενος πλην της γυναικος ειπεν αυτη η γυνη που εισιν εκεινοι κατηγοροι σου ουδεις σε κατεκρινεν

11 η δε ειπεν ουδεις κυριε ειπε δε αυτη ο ιησους ουδε εγω σε κατακρινω πορευου και μηκετι αμαρτανε

12 παλιν ουν αυτοις ελαλησεν ο ιησους λεγων εγω ειμι το φως του κοσμου ο ακολουθων εμοι ου μη περιπατηση εν τη σκοτια αλλ εξει το φως της ζωης

13 ειπον ουν αυτω οι φαρισαιοι συ περι σεαυτου μαρτυρεις η μαρτυρια σου ουκ εστιν αληθης

14 απεκριθη ιησους και ειπεν αυτοις καν εγω μαρτυρω περι εμαυτου αληθης εστιν η μαρτυρια μου οτι οιδα ποθεν ηλθον και που υπαγω υμεις ουκ οιδατε ποθεν ερχομαι η που υπαγω

15 υμεις κατα την σαρκα κρινετε εγω ου κρινω ουδενα

16 και εαν κρινω δε εγω η κρισις η εμη αληθινη εστιν οτι μονος ουκ ειμι αλλ εγω και ο πεμψας με

17 και εν τω νομω δε τω υμετερω γεγραμμενον εστιν οτι δυο ανθρωπων η μαρτυρια αληθης εστιν

18 εγω ειμι ο μαρτυρων περι εμαυτου και μαρτυρει περι εμου ο πεμψας με πατηρ

19 ελεγον ουν αυτω που εστιν ο πατηρ σου απεκριθη ιησους ουτε εμε οιδατε ουτε τον πατερα μου ει εμε ηδειτε και τον πατερα μου αν ηδειτε

20 ταυτα τα ρηματα ελαλησεν εν τω γαζοφυλακιω διδασκων εν τω ιερω και ουδεις επιασεν αυτον οτι ουπω εληλυθει η ωρα αυτου

21 ειπεν ουν παλιν αυτοις εγω υπαγω και ζητησετε με και εν τη αμαρτια υμων αποθανεισθε οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν

22 ελεγον ουν οι ιουδαιοι μητι αποκτενει εαυτον οτι λεγει οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν

23 και ελεγεν αυτοις υμεις εκ των κατω εστε εγω εκ των ανω ειμι υμεις εκ του κοσμου τουτου εστε εγω ουκ ειμι εκ του κοσμου τουτου

24 ειπον ουν υμιν οτι αποθανεισθε εν ταις αμαρτιαις υμων εαν γαρ μη πιστευσητε οτι εγω ειμι αποθανεισθε εν ταις αμαρτιαις υμων

25 ελεγον ουν αυτω συ τις ει ειπεν αυτοις ο ιησους την αρχην ο τι και λαλω υμιν

26 πολλα εχω περι υμων λαλειν και κρινειν αλλ ο πεμψας με αληθης εστιν καγω α ηκουσα παρ αυτου ταυτα λαλω εις τον κοσμον

27 ουκ εγνωσαν οτι τον πατερα αυτοις ελεγεν

28 ειπεν ουν ο ιησους οταν υψωσητε τον υιον του ανθρωπου τοτε γνωσεσθε οτι εγω ειμι και απ εμαυτου ποιω ουδεν αλλα καθως εδιδαξεν με ο πατηρ ταυτα λαλω

29 και ο πεμψας με μετ εμου εστιν ουκ αφηκεν με μονον οτι εγω τα αρεστα αυτω ποιω παντοτε

30 ταυτα αυτου λαλουντος πολλοι επιστευσαν εις αυτον

31 ελεγεν ουν ο ιησους προς τους πεπιστευκοτας αυτω ιουδαιους εαν υμεις μεινητε εν τω λογω τω εμω αληθως μαθηται μου εστε

32 και γνωσεσθε την αληθειαν και η αληθεια ελευθερωσει υμας

33 απεκριθησαν προς αυτον σπερμα αβρααμ εσμεν και ουδενι δεδουλευκαμεν πωποτε πως συ λεγεις οτι ελευθεροι γενησεσθε

34 απεκριθη αυτοις ο ιησους αμην αμην λεγω υμιν οτι πας ο ποιων την αμαρτιαν δουλος εστιν της αμαρτιας

35 ο δε δουλος ου μενει εν τη οικια εις τον αιωνα ο υιος μενει εις τον αιωνα

36 εαν ουν ο υιος υμας ελευθερωση οντως ελευθεροι εσεσθε

37 οιδα οτι σπερμα αβρααμ εστε αλλα ζητειτε με αποκτειναι οτι ο λογος ο εμος ου χωρει εν υμιν

38 εγω α εωρακα παρα τω πατρι λαλω και υμεις ουν α ηκουσατε παρα του πατρος ποιειτε

39 απεκριθησαν και ειπαν αυτω ο πατηρ ημων αβρααμ εστιν λεγει αυτοις ο ιησους ει τεκνα του αβρααμ εστε τα εργα του αβρααμ εποιειτε

40 νυν δε ζητειτε με αποκτειναι ανθρωπον ος την αληθειαν υμιν λελαληκα ην ηκουσα παρα του θεου τουτο αβρααμ ουκ εποιησεν

41 υμεις ποιειτε τα εργα του πατρος υμων ειπαν αυτω ημεις εκ πορνειας ου γεγεννημεθα ενα πατερα εχομεν τον θεον

42 ειπεν αυτοις ο ιησους ει ο θεος πατηρ υμων ην ηγαπατε αν εμε εγω γαρ εκ του θεου εξηλθον και ηκω ουδε γαρ απ εμαυτου εληλυθα αλλ εκεινος με απεστειλεν

43 διατι την λαλιαν την εμην ου γινωσκετε οτι ου δυνασθε ακουειν τον λογον τον εμον

44 υμεις εκ του πατρος του διαβολου εστε και τας επιθυμιας του πατρος υμων θελετε ποιειν εκεινος ανθρωποκτονος ην απ αρχης και εν τη αληθεια ουκ εστηκεν οτι ουκ εστιν αληθεια εν αυτω οταν λαλη το ψευδος εκ των ιδιων λαλει οτι ψευστης εστιν και ο πατηρ αυτου

45 εγω δε οτι την αληθειαν λεγω ου πιστευετε μοι

46 τις εξ υμων ελεγχει με περι αμαρτιας ει αληθειαν λεγω διατι υμεις ου πιστευετε μοι

47 ο ων εκ του θεου τα ρηματα του θεου ακουει δια τουτο υμεις ουκ ακουετε οτι εκ του θεου ουκ εστε

48 απεκριθησαν οι ιουδαιοι και ειπαν αυτω ου καλως λεγομεν ημεις οτι σαμαριτης ει συ και δαιμονιον εχεις

49 απεκριθη ιησους εγω δαιμονιον ουκ εχω αλλα τιμω τον πατερα μου και υμεις ατιμαζετε με

50 εγω δε ου ζητω την δοξαν μου εστιν ο ζητων και κρινων

51 αμην αμην λεγω υμιν εαν τις τον εμον λογον τηρηση θανατον ου μη θεωρηση εις τον αιωνα

52 ειπαν αυτω οι ιουδαιοι νυν εγνωκαμεν οτι δαιμονιον εχεις αβρααμ απεθανεν και οι προφηται και συ λεγεις εαν τις τον λογον μου τηρηση ου μη γευσηται θανατου εις τον αιωνα

53 μη συ μειζων ει του πατρος ημων αβρααμ οστις απεθανεν και οι προφηται απεθανον τινα σεαυτον ποιεις

54 απεκριθη ιησους εαν εγω δοξασω εμαυτον η δοξα μου ουδεν εστιν ο πατηρ μου ο δοξαζων με ον υμεις λεγετε οτι θεος ημων εστιν

55 και ουκ εγνωκατε αυτον εγω δε οιδα αυτον καν ειπω οτι ουκ οιδα αυτον εσομαι ομοιος υμιν ψευστης αλλα οιδα αυτον και τον λογον αυτου τηρω

56 αβρααμ ο πατηρ υμων ηγαλλιασατο ινα ειδη την ημεραν την εμην και ειδεν και εχαρη

57 ειπαν ουν οι ιουδαιοι προς αυτον πεντηκοντα ετη ουπω εχεις και αβρααμ εωρακας

58 ειπεν αυτοις ιησους αμην αμην λεγω υμιν πριν αβρααμ γενεσθαι εγω ειμι

59 ηραν ουν λιθους ινα βαλωσιν επ αυτον ιησους δε εκρυβη και εξηλθεν εκ του ιερου

← John 7   John 9 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 20, 264, 290, 1362, 1573, 1607, 1839 ...

Apocalypse Revealed 3, 6, 23, 167, 336, 350, 413 ...

Brief Exposition of Doctrine 98

Conjugial Love 79, 500

Divine Providence 145

The Lord 3, 9, 14, 20, 27, 30, 31 ...

Sacred Scripture 51

Heaven and Hell 84, 129

Interaction of the Soul and Body 6

True Christianity 98, 106, 107, 109, 322, 337, 358 ...

The New Jerusalem and its Heavenly Doctrine 142, 296

Ukázat odkazy z nepublikovaných děl Swedenborga





Přeložit:
Sdílet: