John 4

Greek NT: Tischendorf 8th Ed.

Studovat vnitřní smysl

← John 3   John 5 →

1 ως ουν εγνω ο ιησους οτι ηκουσαν οι φαρισαιοι οτι ιησους πλειονας μαθητας ποιει και βαπτιζει η ιωαννης

2 καιτοιγε ιησους αυτος ουκ εβαπτιζεν αλλ οι μαθηται αυτου

3 αφηκεν την ιουδαιαν και απηλθεν παλιν εις την γαλιλαιαν

4 εδει δε αυτον διερχεσθαι δια της σαμαριας

5 ερχεται ουν εις πολιν της σαμαριας λεγομενην συχαρ πλησιον του χωριου ο εδωκεν ιακωβ ιωσηφ τω υιω αυτου

6 ην δε εκει πηγη του ιακωβ ο ουν ιησους κεκοπιακως εκ της οδοιποριας εκαθεζετο ουτως επι τη πηγη ωρα ην ως εκτη

7 ερχεται γυνη εκ της σαμαριας αντλησαι υδωρ λεγει αυτη ο ιησους δος μοι πειν

8 οι γαρ μαθηται αυτου απεληλυθεισαν εις την πολιν ινα τροφας αγορασωσιν

9 λεγει αυτω η γυνη η σαμαριτις πως συ ιουδαιος ων παρ εμου πειν αιτεις γυναικος σαμαριτιδος ουσης

10 απεκριθη ιησους και ειπεν αυτη ει ηδεις την δωρεαν του θεου και τις εστιν ο λεγων σοι δος μοι πειν συ αν ητησας αυτον και εδωκεν αν σοι υδωρ ζων

11 λεγει αυτω η γυνη κυριε ουτε αντλημα εχεις και το φρεαρ εστιν βαθυ ποθεν εχεις το υδωρ το ζων

12 μη συ μειζων ει του πατρος ημων ιακωβ ος εδωκεν ημιν το φρεαρ και αυτος εξ αυτου επιεν και οι υιοι αυτου και τα θρεμματα αυτου

13 απεκριθη ιησους και ειπεν αυτη πας ο πινων εκ του υδατος τουτου διψησει παλιν

14 ος δ αν πιη εκ του υδατος ου εγω δωσω αυτω ου μη διψησει εις τον αιωνα αλλα το υδωρ ο εγω δωσω αυτω γενησεται εν αυτω πηγη υδατος αλλομενου εις ζωην αιωνιον

15 λεγει προς αυτον η γυνη κυριε δος μοι τουτο το υδωρ ινα μη διψω μηδε διερχωμαι ενθαδε αντλειν

16 λεγει αυτη υπαγε φωνησον τον ανδρα σου και ελθε ενθαδε

17 απεκριθη η γυνη και ειπεν ανδρα ουκ εχω λεγει αυτη ο ιησους καλως ειπες οτι ανδρα ουκ εχω

18 πεντε γαρ ανδρας εσχες και νυν ον εχεις ουκ εστιν σου ανηρ τουτο αληθες ειρηκας

19 λεγει αυτω η γυνη κυριε θεωρω οτι προφητης ει συ

20 οι πατερες ημων εν τω ορει τουτω προσεκυνησαν και υμεις λεγετε οτι εν ιεροσολυμοις εστιν ο τοπος οπου προσκυνειν δει

21 λεγει αυτη ο ιησους πιστευε μοι γυναι οτι ερχεται ωρα οτε ουτε εν τω ορει τουτω ουτε εν ιεροσολυμοις προσκυνησετε τω πατρι

22 υμεις προσκυνειτε ο ουκ οιδατε ημεις προσκυνουμεν ο οιδαμεν οτι η σωτηρια εκ των ιουδαιων εστιν

23 αλλα ερχεται ωρα και νυν εστιν οτε οι αληθινοι προσκυνηται προσκυνησουσιν τω πατρι εν πνευματι και αληθεια και γαρ ο πατηρ τοιουτους ζητει τους προσκυνουντας αυτον

24 πνευμα ο θεος και τους προσκυνουντας εν πνευματι και αληθεια προσκυνειν δει

25 λεγει αυτω η γυνη οιδα οτι μεσσιας ερχεται ο λεγομενος χριστος οταν ελθη εκεινος αναγγελει ημιν απαντα

26 λεγει αυτη ο ιησους εγω ειμι ο λαλων σοι

27 και επι τουτω ηλθαν οι μαθηται αυτου και εθαυμαζον οτι μετα γυναικος ελαλει ουδεις μεντοι ειπεν τι ζητεις η τι λαλεις μετ αυτης

28 αφηκεν ουν την υδριαν αυτης η γυνη και απηλθεν εις την πολιν και λεγει τοις ανθρωποις

29 δευτε ιδετε ανθρωπον ος ειπεν μοι παντα α εποιησα μητι ουτος εστιν ο χριστος

30 εξηλθον εκ της πολεως και ηρχοντο προς αυτον

31 εν τω μεταξυ ηρωτων αυτον οι μαθηται λεγοντες ραββει φαγε

32 ο δε ειπεν αυτοις εγω βρωσιν εχω φαγειν ην υμεις ουκ οιδατε

33 ελεγον ουν οι μαθηται προς αλληλους μη τις ηνεγκεν αυτω φαγειν

34 λεγει αυτοις ο ιησους εμον βρωμα εστιν ινα ποιω το θελημα του πεμψαντος με και τελειωσω αυτου το εργον

35 ουχ υμεις λεγετε οτι ετι τετραμηνος εστιν και ο θερισμος ερχεται ιδου λεγω υμιν επαρατε τους οφθαλμους υμων και θεασασθε τας χωρας οτι λευκαι εισιν προς θερισμον

36 ηδη ο θεριζων μισθον λαμβανει και συναγει καρπον εις ζωην αιωνιον ινα ο σπειρων ομου χαιρη και ο θεριζων

37 εν γαρ τουτω ο λογος εστιν αληθινος οτι αλλος εστιν ο σπειρων και αλλος ο θεριζων

38 εγω απεσταλκα υμας θεριζειν ο ουχ υμεις κεκοπιακατε αλλοι κεκοπιακασιν και υμεις εις τον κοπον αυτων εισεληλυθατε

39 εκ δε της πολεως εκεινης πολλοι επιστευσαν εις αυτον των σαμαριτων δια τον λογον της γυναικος μαρτυρουσης οτι ειπεν μοι παντα α εποιησα

40 ως ουν ηλθον προς αυτον οι σαμαριται ηρωτων αυτον μειναι παρ αυτοις και εμεινεν εκει δυο ημερας

41 και πολλω πλειους επιστευσαν δια τον λογον αυτου

42 τη τε γυναικι ελεγον οτι ουκετι δια την σην λαλιαν πιστευομεν αυτοι γαρ ακηκοαμεν και οιδαμεν οτι ουτος εστιν αληθως ο σωτηρ του κοσμου

43 μετα δε τας δυο ημερας εξηλθεν εκειθεν εις την γαλιλαιαν

44 αυτος γαρ ιησους εμαρτυρησεν οτι προφητης εν τη ιδια πατριδι τιμην ουκ εχει

45 ως ουν ηλθεν εις την γαλιλαιαν εδεξαντο αυτον οι γαλιλαιοι παντα εωρακοτες α εποιησεν εν ιεροσολυμοις εν τη εορτη και αυτοι γαρ ηλθον εις την εορτην

46 ηλθεν ουν παλιν εις την κανα της γαλιλαιας οπου εποιησεν το υδωρ οινον ην δε βασιλικος ου ο υιος ησθενει εν καφαρναουμ

47 ουτος ακουσας οτι ιησους ηκει εκ της ιουδαιας εις την γαλιλαιαν απηλθεν προς αυτον και ηρωτα ινα καταβη και ιασηται αυτου τον υιον ημελλεν γαρ αποθνησκειν

48 ειπεν ουν ο ιησους προς αυτον εαν μη σημεια και τερατα ιδητε ου μη πιστευσητε

49 λεγει προς αυτον ο βασιλικος κυριε καταβηθι πριν αποθανειν το παιδιον μου

50 λεγει αυτω ο ιησους πορευου ο υιος σου ζη επιστευσεν ο ανθρωπος τω λογω ον ειπεν αυτω ο ιησους και επορευετο

51 ηδη δε αυτου καταβαινοντος οι δουλοι υπηντησαν αυτω και ηγγειλαν οτι ο παις αυτου ζη

52 επυθετο ουν την ωραν παρ αυτων εν η κομψοτερον εσχεν ειπον ουν αυτω οτι εχθες ωραν εβδομην αφηκεν αυτον ο πυρετος

53 εγνω ουν ο πατηρ οτι εκεινη τη ωρα εν η ειπεν αυτω ο ιησους ο υιος σου ζη και επιστευσεν αυτος και η οικια αυτου ολη

54 τουτο παλιν δευτερον σημειον εποιησεν ο ιησους ελθων εκ της ιουδαιας εις την γαλιλαιαν

← John 3   John 5 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 680, 2397, 2702, 3069, 3424, 4430, 5147 ...

Apocalypse Revealed 50, 384, 520, 526, 589, 645, 779 ...

Divine Love and Wisdom 11

The Lord 19, 20, 34, 49, 50, 51

Sacred Scripture 2, 69

True Christianity 190, 239, 483

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: