John 3

Greek NT: Tischendorf 8th Ed.

Studovat vnitřní smysl

← John 2   John 4 →

1 ην δε ανθρωπος εκ των φαρισαιων νικοδημος ονομα αυτω αρχων των ιουδαιων

2 ουτος ηλθεν προς αυτον νυκτος και ειπεν αυτω ραββει οιδαμεν οτι απο θεου εληλυθας διδασκαλος ουδεις γαρ δυναται ταυτα τα σημεια ποιειν α συ ποιεις εαν μη η ο θεος μετ αυτου

3 απεκριθη ιησους και ειπεν αυτω αμην αμην λεγω σοι εαν μη τις γεννηθη ανωθεν ου δυναται ιδειν την βασιλειαν του θεου

4 λεγει προς αυτον ο νικοδημος πως δυναται ανθρωπος γεννηθηναι γερων ων μη δυναται εις την κοιλιαν της μητρος αυτου δευτερον εισελθειν και γεννηθηναι

5 απεκριθη ιησους αμην αμην λεγω σοι εαν μη τις γεννηθη εξ υδατος και πνευματος ου δυναται εισελθειν εις την βασιλειαν των ουρανων

6 το γεγεννημενον εκ της σαρκος σαρξ εστιν και το γεγεννημενον εκ του πνευματος πνευμα εστιν

7 μη θαυμασης οτι ειπον σοι δει υμας γεννηθηναι ανωθεν

8 το πνευμα οπου θελει πνει και την φωνην αυτου ακουεις αλλ ουκ οιδας ποθεν ερχεται και που υπαγει ουτως εστιν πας ο γεγεννημενος εκ του πνευματος

9 απεκριθη νικοδημος και ειπεν αυτω πως δυναται ταυτα γενεσθαι

10 απεκριθη ιησους και ειπεν αυτω συ ει ο διδασκαλος του ισραηλ και ταυτα ου γινωσκεις

11 αμην αμην λεγω σοι οτι ο οιδαμεν λαλουμεν και ο εωρακαμεν μαρτυρουμεν και την μαρτυριαν ημων ου λαμβανετε

12 ει τα επιγεια ειπον υμιν και ου πιστευετε πως εαν ειπω υμιν τα επουρανια πιστευσετε

13 και ουδεις αναβεβηκεν εις τον ουρανον ει μη ο εκ του ουρανου καταβας ο υιος του ανθρωπου ο ων εν τω ουρανω

14 και καθως μωυσης υψωσεν τον οφιν εν τη ερημω ουτως υψωθηναι δει τον υιον του ανθρωπου

15 ινα πας ο πιστευων εν αυτω εχη ζωην αιωνιον

16 ουτως γαρ ηγαπησεν ο θεος τον κοσμον ωστε τον υιον τον μονογενη εδωκεν ινα πας ο πιστευων εις αυτον μη αποληται αλλ εχη ζωην αιωνιον

17 ου γαρ απεστειλεν ο θεος τον υιον εις τον κοσμον αλλ ινα κρινα τον κοσμος αλλ ινα σωτη ο κοσμος δι αυτου

18 ο πιστευων εις αυτον ου κρινεται ο μη πιστευων ηδη κεκριται οτι μη πεπιστευκεν εις το ονομα του μονογενους υιου του θεου

19 αυτη δε εστιν η κρισις οτι το φως εληλυθεν εις τον κοσμον και ηγαπησαν οι ανθρωποι μαλλον το σκοτος η το φως ην γαρ αυτων πονηρα τα εργα

20 πας γαρ ο φαυλα πρασσων μισει το φως και ουκ ερχεται προς το φως ινα μη ελεγχθη τα εργα αυτου

21 ο δε ποιων την αληθειαν ερχεται προς το φως ινα φανερωθη αυτου τα εργα οτι εν θεω εστιν ειργασμενα

22 μετα ταυτα ηλθεν ο ιησους και οι μαθηται αυτου εις την ιουδαιαν γην και εκει διετριβεν μετ αυτων και εβαπτιζεν

23 ην δε και ιωαννης βαπτιζων εν αινων εγγυς του σαλειμ οτι υδατα πολλα ην εκει και παρεγινοντο και εβαπτιζοντο

24 ουπω γαρ ην βεβλημενος εις την φυλακην ιωαννης

25 εγενετο ουν ζητησις εκ των μαθητων ιωαννου μετα ιουδαιου περι καθαρισμου

26 και ηλθον προς τον ιωαννην και ειπον αυτω ραββει ος ην μετα σου περαν του ιορδανου ω συ μεμαρτυρηκας ιδε ουτος βαπτιζει και παντες ερχονται προς αυτον

27 απεκριθη ιωαννης και ειπεν ου δυναται ανθρωπος λαμβανειν ουδεν εαν μη η δεδομενον αυτω εκ του ουρανου

28 αυτοι υμεις μοι μαρτυρειτε οτι ειπον ουκ ειμι εγω ο χριστος αλλ οτι απεσταλμενος ειμι εμπροσθεν εκεινου

29 ο εχων την νυμφην νυμφιος εστιν ο δε φιλος του νυμφιου ο εστηκως και ακουων αυτου χαρα χαιρει δια την φωνην του νυμφιου αυτη ουν η χαρα η εμη πεπληρωται

30 εκεινον δει αυξανειν εμε δε ελαττουσθαι

31 ο ανωθεν ερχομενος επανω παντων εστιν ο ων εκ της γης εκ της γης εστιν και εκ της γης λαλει ο εκ του ουρανου ερχομενος

32 ο εωρακεν και ηκουσεν μαρτυρει και την μαρτυριαν αυτου ουδεις λαμβανει

33 ο λαβων αυτου την μαρτυριαν εσφραγισεν οτι ο θεος αληθης εστιν

34 ον γαρ απεστειλεν ο θεος τα ρηματα του θεου λαλει ου γαρ εκ μετρου διδωσιν το πνευμα

35 ο πατηρ αγαπα τον υιον και παντα δεδωκεν εν τη χειρι αυτου

36 ο πιστευων εις τον υιον εχει ζωην αιωνιον ο απειθων τω υιω ουκ οψεται ζωην αλλ η οργη του θεου μενει επ αυτον

← John 2   John 4 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 30, 38, 97, 124, 675, 1017, 1608 ...

Apocalypse Revealed 17, 20, 23, 49, 50, 60, 81 ...

Brief Exposition of Doctrine 44, 101, 111, 120

Conjugial Love 82, 117, 525

Divine Providence 82, 88, 159, 173, 200, 230, 324

The Lord 1, 9, 19, 20, 25, 27, 31 ...

Sacred Scripture 51, 87, 114

Life 2, 17, 24, 39, 50

Heaven and Hell 5, 129

Interaction of the Soul and Body 6

True Christianity 2, 8, 85, 107, 111, 113, 144 ...

The New Jerusalem and its Heavenly Doctrine 154, 173, 181, 186, 204, 209, 282 ...

Ukázat odkazy z nepublikovaných děl Swedenborga





Přeložit:
Sdílet: