John 19

Greek NT: Tischendorf 8th Ed.

Studovat vnitřní smysl

← John 18   John 20 →

1 τοτε ουν ελαβεν ο πειλατος τον ιησουν και εμαστιγωσεν

2 και οι στρατιωται πλεξαντες στεφανον εξ ακανθων επεθηκαν αυτου τη κεφαλη και ιματιον πορφυρουν περιεβαλον αυτον

3 και ηρχοντο προς αυτον και ελεγον χαιρε ο βασιλευς των ιουδαιων και εδιδοσαν αυτω ραπισματα

4 εξηλθεν παλιν ο πειλατος εξω και λεγει αυτοις ιδε αγω υμιν αυτον εξω ινα γνωτε οτι αιτιαν ουχ ευρισκω

5 εξηλθεν ουν ο ιησους εξω φορων τον ακανθινον στεφανον και το πορφυρουν ιματιον και λεγει αυτοις ιδου ο ανθρωπος

6 οτε ουν ιδον αυτον οι αρχιερεις και οι υπηρεται εκραυγασαν σταυρωσον σταυρωσον λεγει αυτοις ο πειλατος λαβετε αυτον υμεις και σταυρωσατε εγω γαρ ουχ ευρισκω εν αυτω αιτιαν

7 απεκριθησαν οι ιουδαιοι ημεις νομον εχομεν και κατα τον νομον οφειλει αποθανειν οτι υιον θεου εαυτον εποιησεν

8 οτε ουν ηκουσεν ο πειλατος τουτον τον λογον μαλλον εφοβηθη

9 και εισηλθεν εις το πραιτωριον παλιν και λεγει τω ιησου ποθεν ει συ ο δε ιησους αποκρισιν ουκ εδωκεν αυτω

10 λεγει αυτω ο πειλατος εμοι ου λαλεις ουκ οιδας οτι εξουσιαν εχω απολυσαι σε και εξουσιαν εχω σταυρωσαι σε

11 απεκριθη ιησους ουκ εχεις εξουσιαν κατ εμου ουδεμιαν ει μη ην δεδομενον σοι ανωθεν δια τουτο ο παραδους με σοι μειζονα αμαρτιαν εχει

12 εκ τουτου ο πειλατος εζητει απολυσαι αυτον οι δε ιουδαιοι εκραυγαζαν λεγοντες εαν τουτον απολυσης ουκ ει φιλος του καισαρος πας ο βασιλεα εαυτον ποιων αντιλεγει τω καισαρι

13 ο ουν πειλατος ακουσας των λογων τουτων ηγαγεν εξω τον ιησουν και εκαθισεν επι βηματος εις τοπον λεγομενον λιθοστρωτον εβραιστι δε γαββαθα

14 ην δε παρασκευη του πασχα ωρα ην ως εκτη και λεγει τοις ιουδαιοις ιδε ο βασιλευς υμων

15 εκραυγασαν ουν εκεινοι αρον αρον σταυρωσον αυτον λεγει αυτοις ο πειλατος τον βασιλεα υμων σταυρωσω απεκριθησαν οι αρχιερεις ουκ εχομεν βασιλεα ει μη καισαρα

16 τοτε ουν παρεδωκεν αυτον αυτοις ινα σταυρωθη παρελαβον ουν τον ιησουν

17 και βασταζων εαυτω τον σταυρον εξηλθεν εις τον λεγομενον κρανιου τοπον ο λεγεται εβραιστι γολγοθα

18 οπου αυτον εσταυρωσαν και μετ αυτου αλλους δυο εντευθεν και εντευθεν μεσον δε τον ιησουν

19 εγραψεν δε και τιτλον ο πειλατος και εθηκεν επι του σταυρου ην δε γεγραμμενον ιησους ο ναζωραιος ο βασιλευς των ιουδαιων

20 τουτον ουν τον τιτλον πολλοι ανεγνωσαν των ιουδαιων οτι εγγυς ην ο τοπος της πολεως οπου εσταυρωθη ο ιησους και ην γεγραμμενον εβραιστι ρωμαιστι ελληνιστι

21 ελεγον ουν τω πειλατω οι αρχιερεις των ιουδαιων μη γραφε ο βασιλευς των ιουδαιων αλλ οτι εκεινος ειπεν βασιλευς ειμι των ιουδαιων

22 απεκριθη ο πειλατος ο γεγραφα γεγραφα

23 οι ουν στρατιωται οτε εσταυρωσαν τον ιησουν ελαβον τα ιματια αυτου και εποιησαν τεσσαρα μερη εκαστω στρατιωτη μερος και τον χιτωνα ην δε ο χιτων αραφος εκ των ανωθεν υφαντος δι ολου

24 ειπαν ουν προς αλληλους μη σχισωμεν αυτον αλλα λαχωμεν περι αυτου τινος εσται ινα η γραφη πληρωθη διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον οι μεν ουν στρατιωται ταυτα εποιησαν

25 ειστηκεισαν δε παρα τω σταυρω του ιησου η μητηρ αυτου και η αδελφη της μητρος αυτου μαριαμ η του κλωπα και μαριαμ η μαγδαληνη

26 ιησους ουν ιδων την μητερα και τον μαθητην παρεστωτα ον ηγαπα λεγει τη μητρι γυναι ιδε ο υιος σου

27 ειτα λεγει τω μαθητη ιδε η μητηρ σου και απ εκεινης της ωρας ελαβεν αυτην ο μαθητης εις τα ιδια

28 μετα τουτο ειδως ο ιησους οτι ηδη παντα τετελεσται ινα τελειωθη η γραφη λεγει διψω

29 σκευος εκειτο οξους μεστον σπογγον ουν μεστον οξους υσσωπω περιθεντες προσηνεγκαν αυτου τω στοματι

30 οτε ουν ελαβεν το οξος ειπεν τετελεσται και κλινας την κεφαλην παρεδωκεν το πνευμα

31 οι ουν ιουδαιοι επει παρασκευη ην ινα μη μεινη επι του σταυρου τα σωματα εν τω σαββατω ην γαρ μεγαλη η ημερα εκεινου του σαββατου ηρωτησαν τον πειλατον ινα κατεαγωσιν αυτων τα σκελη και αρθωσιν

32 ηλθον ουν οι στρατιωται και του μεν πρωτου κατεαξαν τα σκελη και του αλλου του συνταυρωθεντος αυτω

33 επι δε τον ιησουν ελθοντες ως ειδον ηδη αυτον τεθνηκοτα ου κατεαξαν αυτου τα σκελη

34 αλλ εις των στρατιωτων λογχη αυτου την πλευραν ενυξεν και εξηλθεν ευθυς αιμα και υδωρ

35 και ο εωρακως μεμαρτυρηκεν και αληθινη αυτου εστιν η μαρτυρια καεκεινος οιδεν οτι αληθη λεγει ινα και υμεις πιστευητε

36 εγενετο γαρ ταυτα ινα η γραφη πληρωθη οστουν ου συντριβησεται αυτου

37 και παλιν ετερα γραφη λεγει οψονται εις ον εξεκεντησαν

38 μετα δε ταυτα ηρωτησεν τον πειλατον ιωσηφ ο απο αριμαθαιας ων μαθητης του ιησου κεκρυμμενος δε δια τον φοβον των ιουδαιων ινα αρη το σωμα του ιησου και επετρεψεν ο πειλατος ηλθεν ουν και ηραν αυτον

39 ηλθεν δε και νικοδημος ο ελθων προς αυτον νυκτος το πρωτον φερων μιγμα σμυρνης και αλοης ως λιτρας εκατον

40 ελαβον ουν το σωμα του ιησου και εδησαν αυτο οθονιοις μετα των αρωματων καθως εθος εστιν τοις ιουδαιοις ενταφιαζειν

41 ην δε εν τω τοπω οπου εσταυρωθη κηπος και εν τω κηπω μνημειον καινον εν ω ουδεπω ουδεις ετεθη

42 εκει ουν δια την παρασκευην των ιουδαιων οτι εγγυς ην το μνημειον εθηκαν τον ιησουν

← John 18   John 20 →
Studovat vnitřní smysl

Komentář k této kapitole:

Příběhy:

Vysvětlení nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 2649, 4677, 9093, 9127, 9144, 9163, 9262 ...

Apocalypse Revealed 26, 45, 166

Conjugial Love 119

The Lord 9, 11, 12, 16, 35

True Christianity 102, 262

The New Jerusalem and its Heavenly Doctrine 122

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: