Micah 2

Study the Inner Meaning

Greek OT: LXX [A] Unaccented         

← Micah 1   Micah 3 →

1 εγενοντο λογιζομενοι κοπους και εργαζομενοι κακα εν ταις κοιταις αυτων και αμα τη ημερα συνετελουν αυτα διοτι ουκ ηραν προς τον θεον τας χειρας αυτων

2 και επεθυμουν αγρους και διηρπαζον ορφανους και οικους κατεδυναστευον και διηρπαζον ανδρα και τον οικον αυτου ανδρα και την κληρονομιαν αυτου

3 δια τουτο ταδε λεγει κυριος ιδου εγω λογιζομαι επι την φυλην ταυτην κακα εξ ων ου μη αρητε τους τραχηλους υμων και ου μη πορευθητε ορθοι εξαιφνης οτι καιρος πονηρος εστιν

4 εν τη ημερα εκεινη λημφθησεται εφ' υμας παραβολη και θρηνηθησεται θρηνος εν μελει λεγων ταλαιπωρια εταλαιπωρησαμεν μερις λαου μου κατεμετρηθη εν σχοινιω και ουκ ην ο κωλυσων αυτον του αποστρεψαι οι αγροι ημων διεμερισθησαν

5 δια τουτο ουκ εσται σοι βαλλων σχοινιον εν κληρω εν εκκλησια κυριου

6 μη κλαιετε δακρυσιν μηδε δακρυετωσαν επι τουτοις ου γαρ απωσεται ονειδη

7 ο λεγων οικος ιακωβ παρωργισεν πνευμα κυριου ει ταυτα τα επιτηδευματα αυτου εστιν ουχ οι λογοι αυτου εισιν καλοι μετ' αυτου και ορθοι πεπορευνται

8 και εμπροσθεν ο λαος μου εις εχθραν αντεστη κατεναντι της ειρηνης αυτου την δοραν αυτου εξεδειραν του αφελεσθαι ελπιδα συντριμμον πολεμου

9 δια τουτο ηγουμενοι λαου μου απορριφησονται εκ των οικιων τρυφης αυτων δια τα πονηρα επιτηδευματα αυτων εξωσθησαν εγγισατε ορεσιν αιωνιοις

10 αναστηθι και πορευου οτι ουκ εστιν σοι αυτη η αναπαυσις ενεκεν ακαθαρσιας διεφθαρητε φθορα

11 κατεδιωχθητε ουδενος διωκοντος πνευμα εστησεν ψευδος εσταλαξεν σοι εις οινον και μεθυσμα και εσται εκ της σταγονος του λαου τουτου

12 συναγομενος συναχθησεται ιακωβ συν πασιν εκδεχομενος εκδεξομαι τους καταλοιπους του ισραηλ επι το αυτο θησομαι την αποστροφην αυτων ως προβατα εν θλιψει ως ποιμνιον εν μεσω κοιτης αυτων εξαλουνται εξ ανθρωπων

13 δια της διακοπης προ προσωπου αυτων διεκοψαν και διηλθον πυλην και εξηλθον δι' αυτης και εξηλθεν ο βασιλευς αυτων προ προσωπου αυτων ο δε κυριος ηγησεται αυτων

← Micah 1   Micah 3 →
   Study the Inner Meaning
From Swedenborg's Works

Main explanations:

The Inner Meaning of the Prophets and Psalms 216


Other references to this chapter:

Arcana Coelestia 248, 878, 2851, 3305, 3542, 4281, 4286, ...

Apocalypse Revealed 137, 328, 434, 899

Doctrine of the Lord 4, 48

True Christian Religion 156


References from Swedenborg's unpublished works:

Apocalypse Explained 395, 555

Coronis (An Appendix to True Christian Religion) 58

Other New Christian Commentary

  Stories and their meanings:



Hop to Similar Bible Verses

Exodus 14:19, 20:17

Deuteronomy 12:9

Joshua 3:6

1 Kings 21:7

2 Kings 17:23

Job 15:35

Psalms 18:26, 36:5, 58:3

Proverbs 6:14

Isaiah 3:14, 5:8, 29:20, 30:10, 32:7, 48:1, 52:12

Jeremiah 5:31, 9:16, 22:17, 23:3

Lamentations 2:14

Ezekiel 34:13, 36:17, 19, 37, 45:9

Hosea 2:2, 7:6

Amos 2:12, 4:1, 5:13

Micah 3:5, 4:6, 7, 6:12

Habakkuk 2:6

Zephaniah 3:20

Zechariah 7:10, 10:8

Luke 6:26


Translate: