Hosea 4

Study the Inner Meaning

Greek OT: LXX [A] Unaccented         

← Hosea 3   Hosea 5 →

1 ακουσατε λογον κυριου υιοι ισραηλ διοτι κρισις τω κυριω προς τους κατοικουντας την γην διοτι ουκ εστιν αληθεια ουδε ελεος ουδε επιγνωσις θεου επι της γης

2 αρα και ψευδος και φονος και κλοπη και μοιχεια κεχυται επι της γης και αιματα εφ' αιμασιν μισγουσιν

3 δια τουτο πενθησει η γη και σμικρυνθησεται συν πασιν τοις κατοικουσιν αυτην συν τοις θηριοις του αγρου και συν τοις ερπετοις της γης και συν τοις πετεινοις του ουρανου και οι ιχθυες της θαλασσης εκλειψουσιν

4 οπως μηδεις μητε δικαζηται μητε ελεγχη μηδεις ο δε λαος μου ως αντιλεγομενος ιερευς

5 και ασθενησεις ημερας και ασθενησει και προφητης μετα σου νυκτι ωμοιωσα την μητερα σου

6 ωμοιωθη ο λαος μου ως ουκ εχων γνωσιν οτι συ επιγνωσιν απωσω καγω απωσομαι σε του μη ιερατευειν μοι και επελαθου νομον θεου σου καγω επιλησομαι τεκνων σου

7 κατα το πληθος αυτων ουτως ημαρτον μοι την δοξαν αυτων εις ατιμιαν θησομαι

8 αμαρτιας λαου μου φαγονται και εν ταις αδικιαις αυτων λημψονται τας ψυχας αυτων

9 και εσται καθως ο λαος ουτως και ο ιερευς και εκδικησω επ' αυτον τας οδους αυτου και τα διαβουλια αυτου ανταποδωσω αυτω

10 και φαγονται και ου μη εμπλησθωσιν επορνευσαν και ου μη κατευθυνωσιν διοτι τον κυριον εγκατελιπον του φυλαξαι

11 πορνειαν και οινον και μεθυσμα εδεξατο καρδια λαου μου

12 εν συμβολοις επηρωτων και εν ραβδοις αυτου απηγγελλον αυτω πνευματι πορνειας επλανηθησαν και εξεπορνευσαν απο του θεου αυτων

13 επι τας κορυφας των ορεων εθυσιαζον και επι τους βουνους εθυον υποκατω δρυος και λευκης και δενδρου συσκιαζοντος οτι καλον σκεπη δια τουτο εκπορνευσουσιν αι θυγατερες υμων και αι νυμφαι υμων μοιχευσουσιν

14 και ου μη επισκεψωμαι επι τας θυγατερας υμων οταν πορνευωσιν και επι τας νυμφας υμων οταν μοιχευωσιν διοτι και αυτοι μετα των πορνων συνεφυροντο και μετα των τετελεσμενων εθυον και ο λαος ο συνιων συνεπλεκετο μετα πορνης

15 συ δε ισραηλ μη αγνοει και ιουδα μη εισπορευεσθε εις γαλγαλα και μη αναβαινετε εις τον οικον ων και μη ομνυετε ζωντα κυριον

16 οτι ως δαμαλις παροιστρωσα παροιστρησεν ισραηλ νυν νεμησει αυτους κυριος ως αμνον εν ευρυχωρω

17 μετοχος ειδωλων εφραιμ εθηκεν εαυτω σκανδαλα

18 ηρετισεν χαναναιους πορνευοντες εξεπορνευσαν ηγαπησαν ατιμιαν εκ φρυαγματος αυτων

19 συστροφη πνευματος συ ει εν ταις πτερυξιν αυτης και καταισχυνθησονται εκ των θυσιαστηριων αυτων

← Hosea 3   Hosea 5 →
   Study the Inner Meaning
From Swedenborg's Works

Main explanations:

The Inner Meaning of the Prophets and Psalms 187


Other references to this chapter:

Arcana Coelestia 374, 627, 643, 991, 1613, 2466, 3122, ...

Apocalypse Revealed 134, 290, 316, 405, 485, 567, 721, ...

Doctrine of the Lord 48

Sacred Scripture 79

Doctrine of Life 2, 79

Heaven and Hell 471

True Christian Religion 156, 314, 376, 440, 643


References from Swedenborg's unpublished works:

Apocalypse Explained 79, 98, 141, 250, 283, 324, 342, ...

Other New Christian Commentary

  Stories and their meanings:

Hop to Similar Bible Verses

Leviticus 6:22

Numbers 25:3

Deuteronomy 17:12, 32:15

Joshua 5:9, 7:2

Judges 18:5

1 Kings 12:29

2 Kings 17:7, 23:7

2 Chronicles 21:11

Psalms 18:27, 81:9

Proverbs 6:32, 11:31, 20:1

Isaiah 1:29, 24:2, 4, 27:11, 28:7, 44:20, 50:1, 57:5

Jeremiah 2:9, 4:11, 22, 28, 5:2, 7, 6:15, 9:7, 9, 12, 11:7, 23:13, 31:18

Ezekiel 13:9, 16:15, 20:32, 44:10, 12

Hosea 5:1, 4, 8, 6:10, 7:11, 8:12, 9:1, 15, 17, 10:5, 6, 10, 11:2, 12:1, 3, 12, 13:15

Joel 1:2

Amos 3:1, 5:5, 13, 16

Micah 3:5, 6:2, 14

Zephaniah 1:3, 5

Haggai 6

Zechariah 7:11


Translate: