Genesis 9

Greek OT: LXX [A] Unaccented

Study the Inner Meaning

← Genesis 8   Genesis 10 →

1 και ηυλογησεν ο θεος τον νωε και τους υιους αυτου και ειπεν αυτοις αυξανεσθε και πληθυνεσθε και πληρωσατε την γην και κατακυριευσατε αυτης

2 και ο τρομος υμων και ο φοβος εσται επι πασιν τοις θηριοις της γης και επι παντα τα ορνεα του ουρανου και επι παντα τα κινουμενα επι της γης και επι παντας τους ιχθυας της θαλασσης υπο χειρας υμιν δεδωκα

3 και παν ερπετον ο εστιν ζων υμιν εσται εις βρωσιν ως λαχανα χορτου δεδωκα υμιν τα παντα

4 πλην κρεας εν αιματι ψυχης ου φαγεσθε

5 και γαρ το υμετερον αιμα των ψυχων υμων εκζητησω εκ χειρος παντων των θηριων εκζητησω αυτο και εκ χειρος ανθρωπου αδελφου εκζητησω την ψυχην του ανθρωπου

6 ο εκχεων αιμα ανθρωπου αντι του αιματος αυτου εκχυθησεται οτι εν εικονι θεου εποιησα τον ανθρωπον

7 υμεις δε αυξανεσθε και πληθυνεσθε και πληρωσατε την γην και πληθυνεσθε επ' αυτης

8 και ειπεν ο θεος τω νωε και τοις υιοις αυτου μετ' αυτου λεγων

9 εγω ιδου ανιστημι την διαθηκην μου υμιν και τω σπερματι υμων μεθ' υμας

10 και παση ψυχη τη ζωση μεθ' υμων απο ορνεων και απο κτηνων και πασι τοις θηριοις της γης οσα μεθ' υμων απο παντων των εξελθοντων εκ της κιβωτου

11 και στησω την διαθηκην μου προς υμας και ουκ αποθανειται πασα σαρξ ετι απο του υδατος του κατακλυσμου και ουκ εσται ετι κατακλυσμος υδατος του καταφθειραι πασαν την γην

12 και ειπεν κυριος ο θεος προς νωε τουτο το σημειον της διαθηκης ο εγω διδωμι ανα μεσον εμου και υμων και ανα μεσον πασης ψυχης ζωσης η εστιν μεθ' υμων εις γενεας αιωνιους

13 το τοξον μου τιθημι εν τη νεφελη και εσται εις σημειον διαθηκης ανα μεσον εμου και της γης

14 και εσται εν τω συννεφειν με νεφελας επι την γην οφθησεται το τοξον μου εν τη νεφελη

15 και μνησθησομαι της διαθηκης μου η εστιν ανα μεσον εμου και υμων και ανα μεσον πασης ψυχης ζωσης εν παση σαρκι και ουκ εσται ετι το υδωρ εις κατακλυσμον ωστε εξαλειψαι πασαν σαρκα

16 και εσται το τοξον μου εν τη νεφελη και οψομαι του μνησθηναι διαθηκην αιωνιον ανα μεσον εμου και ανα μεσον πασης ψυχης ζωσης εν παση σαρκι η εστιν επι της γης

17 και ειπεν ο θεος τω νωε τουτο το σημειον της διαθηκης ης διεθεμην ανα μεσον εμου και ανα μεσον πασης σαρκος η εστιν επι της γης

18 ησαν δε οι υιοι νωε οι εξελθοντες εκ της κιβωτου σημ χαμ ιαφεθ χαμ ην πατηρ χανααν

19 τρεις ουτοι εισιν οι υιοι νωε απο τουτων διεσπαρησαν επι πασαν την γην

20 και ηρξατο νωε ανθρωπος γεωργος γης και εφυτευσεν αμπελωνα

21 και επιεν εκ του οινου και εμεθυσθη και εγυμνωθη εν τω οικω αυτου

22 και ειδεν χαμ ο πατηρ χανααν την γυμνωσιν του πατρος αυτου και εξελθων ανηγγειλεν τοις δυσιν αδελφοις αυτου εξω

23 και λαβοντες σημ και ιαφεθ το ιματιον επεθεντο επι τα δυο νωτα αυτων και επορευθησαν οπισθοφανως και συνεκαλυψαν την γυμνωσιν του πατρος αυτων και το προσωπον αυτων οπισθοφανες και την γυμνωσιν του πατρος αυτων ουκ ειδον

24 εξενηψεν δε νωε απο του οινου και εγνω οσα εποιησεν αυτω ο υιος αυτου ο νεωτερος

25 και ειπεν επικαταρατος χανααν παις οικετης εσται τοις αδελφοις αυτου

26 και ειπεν ευλογητος κυριος ο θεος του σημ και εσται χανααν παις αυτου

27 πλατυναι ο θεος τω ιαφεθ και κατοικησατω εν τοις οικοις του σημ και γενηθητω χανααν παις αυτων

28 εζησεν δε νωε μετα τον κατακλυσμον τριακοσια πεντηκοντα ετη

29 και εγενοντο πασαι αι ημεραι νωε εννακοσια πεντηκοντα ετη και απεθανεν

← Genesis 8   Genesis 10 →
Study the Inner Meaning

Main explanation(s) from Swedenborg's works:

Arcana Coelestia 971, 972, 973, 974, 975, 976

Inner Meaning of Prophets and Psalms 410

Commentary on this chapter:

Other references by Swedenborg to this chapter:

Arcana Coelestia 470, 482, 575, 737, 788, 868, 980...

Apocalypse Revealed 213, 289, 466, 598, 781

Divine Love and Wisdom 379

True Christian Religion 687

Show references from Swedenborg's unpublished works




Translate:
Share: