Ezekiel 9

Study the Inner Meaning

Greek OT: LXX [A] Unaccented         

← Ezekiel 8   Ezekiel 10 →

1 και ανεκραγεν εις τα ωτα μου φωνη μεγαλη λεγων ηγγικεν η εκδικησις της πολεως και εκαστος ειχεν τα σκευη της εξολεθρευσεως εν χειρι αυτου

2 και ιδου εξ ανδρες ηρχοντο απο της οδου της πυλης της υψηλης της βλεπουσης προς βορραν και εκαστου πελυξ εν τη χειρι αυτου και εις ανηρ εν μεσω αυτων ενδεδυκως ποδηρη και ζωνη σαπφειρου επι της οσφυος αυτου και εισηλθοσαν και εστησαν εχομενοι του θυσιαστηριου του χαλκου

3 και δοξα θεου του ισραηλ ανεβη απο των χερουβιν η ουσα επ' αυτων εις το αιθριον του οικου και εκαλεσεν τον ανδρα τον ενδεδυκοτα τον ποδηρη ος ειχεν επι της οσφυος αυτου την ζωνην

4 και ειπεν προς αυτον διελθε μεσην την ιερουσαλημ και δος το σημειον επι τα μετωπα των ανδρων των καταστεναζοντων και των κατωδυνωμενων επι πασαις ταις ανομιαις ταις γινομεναις εν μεσω αυτης

5 και τουτοις ειπεν ακουοντος μου πορευεσθε οπισω αυτου εις την πολιν και κοπτετε και μη φειδεσθε τοις οφθαλμοις υμων και μη ελεησητε

6 πρεσβυτερον και νεανισκον και παρθενον και νηπια και γυναικας αποκτεινατε εις εξαλειψιν επι δε παντας εφ' ους εστιν το σημειον μη εγγισητε και απο των αγιων μου αρξασθε και ηρξαντο απο των ανδρων των πρεσβυτερων οι ησαν εσω εν τω οικω

7 και ειπεν προς αυτους μιανατε τον οικον και πλησατε τας οδους νεκρων εκπορευομενοι και κοπτετε

8 και εγενετο εν τω κοπτειν αυτους και πιπτω επι προσωπον μου και ανεβοησα και ειπα οιμμοι κυριε εξαλειφεις συ τους καταλοιπους του ισραηλ εν τω εκχεαι σε τον θυμον σου επι ιερουσαλημ

9 και ειπεν προς με αδικια του οικου ισραηλ και ιουδα μεμεγαλυνται σφοδρα σφοδρα οτι επλησθη η γη λαων πολλων και η πολις επλησθη αδικιας και ακαθαρσιας οτι ειπαν εγκαταλελοιπεν κυριος την γην ουκ εφορα ο κυριος

10 και ου φεισεται μου ο οφθαλμος ουδε μη ελεησω τας οδους αυτων εις κεφαλας αυτων δεδωκα

11 και ιδου ο ανηρ ο ενδεδυκως τον ποδηρη και εζωσμενος τη ζωνη την οσφυν αυτου και απεκρινατο λεγων πεποιηκα καθως ενετειλω μοι

← Ezekiel 8   Ezekiel 10 →
   Study the Inner Meaning
From Swedenborg's Works

Main explanations:

Arcana Coelestia 9457

Coronis (An Appendix to True Christian Religion) 56

Sacred Scripture 97

The Inner Meaning of the Prophets and Psalms 132


Other references to this chapter:

Arcana Coelestia 308, 396, 737, 2242, 4503, 5608, 6588, ...

Apocalypse Revealed 239, 325, 347, 440, 620, 629, 671

The Lord 39

True Christian Religion 93, 260


References from Swedenborg's unpublished works:

Apocalypse Explained 270, 315, 427, 555, 577, 838, 863, ...

Marriage 93

Scriptural Confirmations 19, 99

Other New Christian Commentary

  Stories and their meanings:


  Bible Study Videos:


Hop to Similar Bible Verses

Exodus 12:23, 32:27

Numbers 16:4

Deuteronomy 32:23

1 Kings 8:32

1 Chronicles 21:16

2 Chronicles 36:17

Psalms 10:11, 119:136

Isaiah 59:3, 6

Jeremiah 4:6, 5:1, 6:11, 25:29, 44:7, 8

Lamentations 2:20

Ezekiel 5:11, 6:11, 7:3, 8, 23, 8:3, 11, 12, 10:2, 4, 11:13, 22, 16:43, 17:19, 22:31, 43:3

Amos 7:2, 5, 9:1

Zechariah 11:6

1 Peter 4:17

2 Peter 2:8

Revelation 7:2, 3, 9:4, 15:6


Translate: