Ezekiel 2

Study the Inner Meaning

Greek OT: LXX [A] Unaccented         

← Ezekiel 1   Ezekiel 3 →

1 και ειπεν προς με υιε ανθρωπου στηθι επι τους ποδας σου και λαλησω προς σε

2 και ηλθεν επ' εμε πνευμα και ανελαβεν με και εξηρεν με και εστησεν με επι τους ποδας μου και ηκουον αυτου λαλουντος προς με

3 και ειπεν προς με υιε ανθρωπου εξαποστελλω εγω σε προς τον οικον του ισραηλ τους παραπικραινοντας με οιτινες παρεπικραναν με αυτοι και οι πατερες αυτων εως της σημερον ημερας

4 και ερεις προς αυτους ταδε λεγει κυριος

5 εαν αρα ακουσωσιν η πτοηθωσιν διοτι οικος παραπικραινων εστιν και γνωσονται οτι προφητης ει συ εν μεσω αυτων

6 και συ υιε ανθρωπου μη φοβηθης αυτους μηδε εκστης απο προσωπου αυτων διοτι παροιστρησουσι και επισυστησονται επι σε κυκλω και εν μεσω σκορπιων συ κατοικεις τους λογους αυτων μη φοβηθης και απο προσωπου αυτων μη εκστης διοτι οικος παραπικραινων εστιν

7 και λαλησεις τους λογους μου προς αυτους εαν αρα ακουσωσιν η πτοηθωσιν διοτι οικος παραπικραινων εστιν

8 και συ υιε ανθρωπου ακουε του λαλουντος προς σε μη γινου παραπικραινων καθως ο οικος ο παραπικραινων χανε το στομα σου και φαγε α εγω διδωμι σοι

9 και ειδον και ιδου χειρ εκτεταμενη προς με και εν αυτη κεφαλις βιβλιου

10 και ανειλησεν αυτην ενωπιον εμου και εν αυτη γεγραμμενα ην τα οπισθεν και τα εμπροσθεν και εγεγραπτο εις αυτην θρηνος και μελος και ουαι

← Ezekiel 1   Ezekiel 3 →
   Study the Inner Meaning
From Swedenborg's Works

Main explanations:

The Inner Meaning of the Prophets and Psalms 125


Other references to this chapter:

Arcana Coelestia 9807

Apocalypse Revealed 256, 425, 482, 510

The Lord 28

Heaven and Hell 258


References from Swedenborg's unpublished works:

Apocalypse Explained 63, 77, 222, 299, 412, 544, 619, ...

Coronis (An Appendix to True Christian Religion) 60

Nine Questions 1

Scriptural Confirmations 2, 4, 22, 52

Other New Christian Commentary

  Stories and their meanings:


Hop to Similar Bible Verses

Exodus 6:29

2 Samuel 23:6

2 Kings 5:8, 17:14, 15

Psalms 105:28

Isaiah 8:11, 30:1, 48:4

Jeremiah 1:8, 3:25, 6:28, 44:20

Ezekiel 3:4, 7, 9, 11, 24, 26, 27, 8:3, 11:5, 17:12, 24:3, 33:33, 44:6

Daniel 8:17, 18

Amos 7:15

Jonah 1:3

Micah 7:4

Zechariah 5:3

Malachi 3:7

Acts of the Apostles 14:10, 22:9, 26:16

Revelation 5:1, 10:2, 9


Translate: