Jeremiah 49

Study the Inner Meaning

Greek OT: LXX [A] Accented         

← Jeremiah 48   Jeremiah 50 →

1 καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ ιωαναν καὶ αζαριας υἱὸς μαασαιου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου

2 πρὸς ιερεμιαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλοίπων τούτων ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν καθὼς οἱ ὀφθαλμοί σου βλέπουσιν

3 καὶ ἀναγγειλάτω ἡμῖν κύριος ὁ θεός σου τὴν ὁδόν ᾗ πορευσόμεθα ἐν αὐτῇ καὶ λόγον ὃν ποιήσομεν

4 καὶ εἶπεν αὐτοῖς ιερεμιας ἤκουσα ἰδοὺ ἐγὼ προσεύξομαι πρὸς κύριον τὸν θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν καὶ ἔσται ὁ λόγος ὃν ἂν ἀποκριθήσεται κύριος ἀναγγελῶ ὑμῖν οὐ μὴ κρύψω ἀφ' ὑμῶν ῥῆμα

5 καὶ αὐτοὶ εἶπαν τῷ ιερεμια ἔστω κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν εἰ μὴ κατὰ πάντα τὸν λόγον ὃν ἂν ἀποστείλῃ σε κύριος πρὸς ἡμᾶς οὕτως ποιήσομεν

6 καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακόν τὴν φωνὴν κυρίου τοῦ θεοῦ ἡμῶν οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν ἀκουσόμεθα ἵνα βέλτιον ἡμῖν γένηται ὅτι ἀκουσόμεθα τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν

7 καὶ ἐγενήθη μετὰ δέκα ἡμέρας ἐγενήθη λόγος κυρίου πρὸς ιερεμιαν

8 καὶ ἐκάλεσεν τὸν ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου

9 καὶ εἶπεν αὐτοῖς οὕτως εἶπεν κύριος

10 ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καθέλω καὶ φυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς ἐποίησα ὑμῖν

11 μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως βαβυλῶνος οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ μὴ φοβηθῆτε φησὶν κύριος ὅτι μεθ' ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ

12 καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν

13 καὶ εἰ λέγετε ὑμεῖς οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς κυρίου

14 ὅτι εἰς γῆν αἰγύπτου εἰσελευσόμεθα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν

15 διὰ τοῦτο ἀκούσατε λόγον κυρίου οὕτως εἶπεν κύριος ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν

16 καὶ ἔσται ἡ ῥομφαία ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς εὑρήσει ὑμᾶς ἐν γῇ αἰγύπτου καὶ ὁ λιμός οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ καταλήμψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν αἰγύπτῳ καὶ ἐκεῖ ἀποθανεῖσθε

17 καὶ ἔσονται πάντες οἱ ἄνθρωποι καὶ πάντες οἱ ἀλλογενεῖς οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν αἰγύπτου ἐνοικεῖν ἐκεῖ ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ καὶ ἐν τῷ λιμῷ καὶ οὐκ ἔσται αὐτῶν οὐθεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπ' αὐτούς

18 ὅτι οὕτως εἶπεν κύριος καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας ιερουσαλημ οὕτως στάξει ὁ θυμός μου ἐφ' ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς αἴγυπτον καὶ ἔσεσθε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον

19 ἃ ἐλάλησεν κύριος ἐφ' ὑμᾶς τοὺς καταλοίπους ιουδα μὴ εἰσέλθητε εἰς αἴγυπτον καὶ νῦν γνόντες γνώσεσθε

20 ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες πρόσευξαι περὶ ἡμῶν πρὸς κύριον καὶ κατὰ πάντα ἃ ἐὰν λαλήσῃ σοι κύριος ποιήσομεν

21 καὶ οὐκ ἠκούσατε τῆς φωνῆς κυρίου ἧς ἀπέστειλέν με πρὸς ὑμᾶς

22 καὶ νῦν ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ οὗ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ

← Jeremiah 48   Jeremiah 50 →
   Study the Inner Meaning
From Swedenborg's Works

Main explanations:

The Inner Meaning of the Prophets and Psalms 108, 115


Other references to this chapter:

Arcana Coelestia 1165, 2588, 7102

Apocalypse Revealed 323, 503

The Lord 39, 53

True Christianity 93, 158


References from Swedenborg's unpublished works:

Apocalypse Explained 386, 654

Marriage 93

Other New Christian Commentary

  Stories and their meanings:


  Bible Study Videos:


Hop to Similar Bible Verses

Genesis 31:50

Numbers 11:5, 14:3, 4, 17:3

Deuteronomy 5:27, 17:16, 28:62, 63, 30:15, 19, 32:36

Judges 11:10

1 Samuel 7:8, 12:23

2 Samuel 24:16

Ezra 8:21

Psalms 78:36, 81:12, 106:46, 119:170

Isaiah 30:2, 37:4

Jeremiah 1:19, 2:27, 7:20, 23, 18:8, 22:10, 12, 23:28, 24:6, 9, 10, 31:28, 37:20, 40:1, 8, 41:18, 42:2, 5, 20, 43:2, 7, 44:12, 13

Lamentations 2:4, 6

Ezekiel 6:11, 12, 11:8, 33:31, 32

Hosea 7:16, 9:6

Amos 7:3, 6

Jonah 3:4

Zechariah 7:11, 12

Acts of the Apostles 20:20

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library at the New Church Vineyard website.


 Jeremiah and the Babylonians
Worship Talk | Ages 7 - 14


Translate: