Jeremiah 46

Study the Inner Meaning

Greek OT: LXX [A] Accented         

← Jeremiah 45   Jeremiah 47 →

1 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ σεδεκια βασιλέως ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν

2 καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις

3 καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ ναργαλασαρ καὶ σαμαγωθ καὶ ναβουσαχαρ καὶ ναβουσαρις καὶ ναγαργασνασερ ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως βαβυλῶνος

14 καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν ιερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν γοδολιαν υἱὸν αχικαμ υἱοῦ σαφαν καὶ ἐξήγαγον αὐτόν καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ

15 καὶ πρὸς ιερεμιαν ἐγένετο λόγος κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων

16 πορεύου καὶ εἰπὸν πρὸς αβδεμελεχ τὸν αἰθίοπα οὕτως εἶπεν κύριος ὁ θεὸς ισραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά

17 καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν

18 ὅτι σῴζων σώσω σε καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα ὅτι ἐπεποίθεις ἐπ' ἐμοί φησὶν κύριος

← Jeremiah 45   Jeremiah 47 →
   Study the Inner Meaning
From Swedenborg's Works

Main explanations:

Arcana Coelestia 1165

The Inner Meaning of the Prophets and Psalms 105, 112


Other references to this chapter:

Arcana Coelestia 3448, 6442

The Lord 4, 39, 53

True Christian Religion 93, 158


References from Swedenborg's unpublished works:

Apocalypse Explained 1029

Marriage 93

Other New Christian Commentary

  Stories and their meanings:

Hop to Similar Bible Verses

1 Kings 18:15, 16

2 Kings 6:16, 25:1

1 Chronicles 5:20

2 Chronicles 36:17

Job 5:20

Psalms 41:2, 91:7

Isaiah 26:3

Jeremiah 1:3, 6:6, 21:4, 9, 10, 26:22, 24, 34:1, 37:15, 21, 38:7, 28, 39:13, 40:3, 7, 45:5, 52:1

Ezekiel 24:1, 2, 33:21

Daniel 9:12

Zechariah 1:6


Translate: