3 John 1

Study the Inner Meaning

Greek NT: Tischendorf 8th Ed.

← 2 John 1   Jude 1 →

1 ο πρεσβυτερος γαιω τω αγαπητω ον εγω αγαπω εν αληθεια

2 αγαπητε περι παντων ευχομαι σε ευοδουσθαι και υγιαινειν καθως ευοδουται σου η ψυχη

3 εχαρην λιαν ερχομενων αδελφων και μαρτυρουντων σου τη αληθεια καθως συ εν αληθεια περιπατεις

4 μειζοτεραν τουτων ουκ εχω χαραν ινα ακουω τα εμα τεκνα εν τη αληθεια περιπατουντα

5 αγαπητε πιστον ποιεις ο εαν εργαση εις τους αδελφους και τουτο ξενους

6 οι εμαρτυρησαν σου τη αγαπη ενωπιον εκκλησιας ους καλως ποιησεις προπεμψας αξιως του θεου

7 υπερ γαρ του ονοματος εξηλθαν μηδεν λαμβανοντες απο των εθνικων

8 ημεις ουν οφειλομεν υπολαμβανειν τους τοιουτους ινα συνεργοι γινωμεθα τη αληθεια

9 εγραψα τι τη εκκλησια αλλ ο φιλοπρωτευων αυτων διοτρεφης ουκ επιδεχεται ημας

10 δια τουτο εαν ελθω υπομνησω αυτου τα εργα α ποιει λογοις πονηροις φλυαρων ημας και μη αρκουμενος επι τουτοις ουτε αυτος επιδεχεται τους αδελφους και τους βουλομενους κωλυει και της εκκλησιας εκβαλλει

11 αγαπητε μη μιμου το κακον αλλα το αγαθον ο αγαθοποιων εκ του θεου εστιν ο κακοποιων ουχ εωρακεν τον θεον

12 δημητριω μεμαρτυρηται υπο παντων και υπο αυτης της αληθειας και ημεις δε μαρτυρουμεν και οιδας οτι η μαρτυρια ημων αληθης εστιν

13 πολλα ειχον γραψαι σοι αλλ ου θελω δια μελανος και καλαμου σοι γραφειν

14 ελπιζω δε ευθεως σε ιδειν και στομα προς στομα λαλησομεν

15 ειρηνη σοι ασπαζονται σε οι φιλοι ασπαζου τους φιλους κατ ονομαασπαζεται σε τα τεκνα της αδελφης σου της εκλεκτης

← 2 John 1   Jude 1 →
   Study the Inner Meaning
From Swedenborg's Works

Explanations or references:


References from Swedenborg's unpublished works:

Scriptural Confirmations 67

Other New Christian Commentary

  Stories and their meanings:


Hop to Similar Bible Verses

Numbers 6:26

1 Kings 15:26

2 Kings 21:20, 21

Psalms 34:15

Proverbs 23:16


Translate: