The Bible

 

Joshua 4:2-7 : Crossing the Jordan

Study

2 παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ ἕνα ἀφ' ἑκάστης φυλῆς

3 σύνταξον αὐτοῖς λέγων ἀνέλεσθε ἐκ μέσου τοῦ ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα

4 καὶ ἀνακαλεσάμενος ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν ισραηλ ἕνα ἀφ' ἑκάστης φυλῆς

5 εἶπεν αὐτοῖς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ ιορδάνου καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ ισραηλ

6 ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν

7 καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι ἐξέλιπεν ὁ ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς ισραηλ ἕως τοῦ αἰῶνος

Commentary

 

Celebrating Australian Values

By Todd Beiswenger


To continue browsing while you listen, play the audio in a new window.

We love Australia, and as such we are celebrating the things that Australia stands for. Maybe you don't know, but when a person immigrates into Australia they are given a list of "Australian Values," which are values that are quite in line with a good Christian life.

(References: Heaven and Hell 64; Joshua 4:2-7)