Genesis 7

Greek OT: LXX [A] Unaccented

Study the Inner Meaning

← Genesis 6   Genesis 8 →

1 και ειπεν κυριος ο θεος προς νωε εισελθε συ και πας ο οικος σου εις την κιβωτον οτι σε ειδον δικαιον εναντιον μου εν τη γενεα ταυτη

2 απο δε των κτηνων των καθαρων εισαγαγε προς σε επτα επτα αρσεν και θηλυ απο δε των κτηνων των μη καθαρων δυο δυο αρσεν και θηλυ

3 και απο των πετεινων του ουρανου των καθαρων επτα επτα αρσεν και θηλυ και απο των πετεινων των μη καθαρων δυο δυο αρσεν και θηλυ διαθρεψαι σπερμα επι πασαν την γην

4 ετι γαρ ημερων επτα εγω επαγω υετον επι την γην τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας και εξαλειψω πασαν την εξαναστασιν ην εποιησα απο προσωπου της γης

5 και εποιησεν νωε παντα οσα ενετειλατο αυτω κυριος ο θεος

6 νωε δε ην ετων εξακοσιων και ο κατακλυσμος εγενετο υδατος επι της γης

7 εισηλθεν δε νωε και οι υιοι αυτου και η γυνη αυτου και αι γυναικες των υιων αυτου μετ' αυτου εις την κιβωτον δια το υδωρ του κατακλυσμου

8 και απο των πετεινων και απο των κτηνων των καθαρων και απο των κτηνων των μη καθαρων και απο παντων των ερπετων των επι της γης

9 δυο δυο εισηλθον προς νωε εις την κιβωτον αρσεν και θηλυ καθα ενετειλατο αυτω ο θεος

10 και εγενετο μετα τας επτα ημερας και το υδωρ του κατακλυσμου εγενετο επι της γης

11 εν τω εξακοσιοστω ετει εν τη ζωη του νωε του δευτερου μηνος εβδομη και εικαδι του μηνος τη ημερα ταυτη ερραγησαν πασαι αι πηγαι της αβυσσου και οι καταρρακται του ουρανου ηνεωχθησαν

12 και εγενετο ο υετος επι της γης τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας

13 εν τη ημερα ταυτη εισηλθεν νωε σημ χαμ ιαφεθ υιοι νωε και η γυνη νωε και αι τρεις γυναικες των υιων αυτου μετ' αυτου εις την κιβωτον

14 και παντα τα θηρια κατα γενος και παντα τα κτηνη κατα γενος και παν ερπετον κινουμενον επι της γης κατα γενος και παν πετεινον κατα γενος

15 εισηλθον προς νωε εις την κιβωτον δυο δυο απο πασης σαρκος εν ω εστιν πνευμα ζωης

16 και τα εισπορευομενα αρσεν και θηλυ απο πασης σαρκος εισηλθεν καθα ενετειλατο ο θεος τω νωε και εκλεισεν κυριος ο θεος εξωθεν αυτου την κιβωτον

17 και εγενετο ο κατακλυσμος τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας επι της γης και επληθυνθη το υδωρ και επηρεν την κιβωτον και υψωθη απο της γης

18 και επεκρατει το υδωρ και επληθυνετο σφοδρα επι της γης και επεφερετο η κιβωτος επανω του υδατος

19 το δε υδωρ επεκρατει σφοδρα σφοδρως επι της γης και επεκαλυψεν παντα τα ορη τα υψηλα α ην υποκατω του ουρανου

20 δεκα πεντε πηχεις επανω υψωθη το υδωρ και επεκαλυψεν παντα τα ορη τα υψηλα

21 και απεθανεν πασα σαρξ κινουμενη επι της γης των πετεινων και των κτηνων και των θηριων και παν ερπετον κινουμενον επι της γης και πας ανθρωπος

22 και παντα οσα εχει πνοην ζωης και πας ος ην επι της ξηρας απεθανεν

23 και εξηλειψεν παν το αναστημα ο ην επι προσωπου πασης της γης απο ανθρωπου εως κτηνους και ερπετων και των πετεινων του ουρανου και εξηλειφθησαν απο της γης και κατελειφθη μονος νωε και οι μετ' αυτου εν τη κιβωτω

24 και υψωθη το υδωρ επι της γης ημερας εκατον πεντηκοντα

← Genesis 6   Genesis 8 →
Study the Inner Meaning

Main explanation(s) from Swedenborg's works:

Arcana Coelestia 701, 702, 703, 704

Inner Meaning of Prophets and Psalms 408

Commentary on this chapter:

Other references by Swedenborg to this chapter:

Arcana Coelestia 470, 482, 565, 566, 661, 705, 706, ...

Doctrine of Sacred Scripture 103

Show references from Swedenborg's unpublished works


Translate:
Share: