Genesis 6

Greek OT: LXX [A] Unaccented

Study the Inner Meaning

← Genesis 5   Genesis 7 →

1 και εγενετο ηνικα ηρξαντο οι ανθρωποι πολλοι γινεσθαι επι της γης και θυγατερες εγενηθησαν αυτοις

2 ιδοντες δε οι υιοι του θεου τας θυγατερας των ανθρωπων οτι καλαι εισιν ελαβον εαυτοις γυναικας απο πασων ων εξελεξαντο

3 και ειπεν κυριος ο θεος ου μη καταμεινη το πνευμα μου εν τοις ανθρωποις τουτοις εις τον αιωνα δια το ειναι αυτους σαρκας εσονται δε αι ημεραι αυτων εκατον εικοσι ετη

4 οι δε γιγαντες ησαν επι της γης εν ταις ημεραις εκειναις και μετ' εκεινο ως αν εισεπορευοντο οι υιοι του θεου προς τας θυγατερας των ανθρωπων και εγεννωσαν εαυτοις εκεινοι ησαν οι γιγαντες οι απ' αιωνος οι ανθρωποι οι ονομαστοι

5 ιδων δε κυριος ο θεος οτι επληθυνθησαν αι κακιαι των ανθρωπων επι της γης και πας τις διανοειται εν τη καρδια αυτου επιμελως επι τα πονηρα πασας τας ημερας

6 και ενεθυμηθη ο θεος οτι εποιησεν τον ανθρωπον επι της γης και διενοηθη

7 και ειπεν ο θεος απαλειψω τον ανθρωπον ον εποιησα απο προσωπου της γης απο ανθρωπου εως κτηνους και απο ερπετων εως των πετεινων του ουρανου οτι εθυμωθην οτι εποιησα αυτους

8 νωε δε ευρεν χαριν εναντιον κυριου του θεου

9 αυται δε αι γενεσεις νωε νωε ανθρωπος δικαιος τελειος ων εν τη γενεα αυτου τω θεω ευηρεστησεν νωε

10 εγεννησεν δε νωε τρεις υιους τον σημ τον χαμ τον ιαφεθ

11 εφθαρη δε η γη εναντιον του θεου και επλησθη η γη αδικιας

12 και ειδεν κυριος ο θεος την γην και ην κατεφθαρμενη οτι κατεφθειρεν πασα σαρξ την οδον αυτου επι της γης

13 και ειπεν ο θεος προς νωε καιρος παντος ανθρωπου ηκει εναντιον μου οτι επλησθη η γη αδικιας απ' αυτων και ιδου εγω καταφθειρω αυτους και την γην

14 ποιησον ουν σεαυτω κιβωτον εκ ξυλων τετραγωνων νοσσιας ποιησεις την κιβωτον και ασφαλτωσεις αυτην εσωθεν και εξωθεν τη ασφαλτω

15 και ουτως ποιησεις την κιβωτον τριακοσιων πηχεων το μηκος της κιβωτου και πεντηκοντα πηχεων το πλατος και τριακοντα πηχεων το υψος αυτης

16 επισυναγων ποιησεις την κιβωτον και εις πηχυν συντελεσεις αυτην ανωθεν την δε θυραν της κιβωτου ποιησεις εκ πλαγιων καταγαια διωροφα και τριωροφα ποιησεις αυτην

17 εγω δε ιδου επαγω τον κατακλυσμον υδωρ επι την γην καταφθειραι πασαν σαρκα εν η εστιν πνευμα ζωης υποκατω του ουρανου και οσα εαν η επι της γης τελευτησει

18 και στησω την διαθηκην μου προς σε εισελευση δε εις την κιβωτον συ και οι υιοι σου και η γυνη σου και αι γυναικες των υιων σου μετα σου

19 και απο παντων των κτηνων και απο παντων των ερπετων και απο παντων των θηριων και απο πασης σαρκος δυο δυο απο παντων εισαξεις εις την κιβωτον ινα τρεφης μετα σεαυτου αρσεν και θηλυ εσονται

20 απο παντων των ορνεων των πετεινων κατα γενος και απο παντων των κτηνων κατα γενος και απο παντων των ερπετων των ερποντων επι της γης κατα γενος αυτων δυο δυο απο παντων εισελευσονται προς σε τρεφεσθαι μετα σου αρσεν και θηλυ

21 συ δε λημψη σεαυτω απο παντων των βρωματων α εδεσθε και συναξεις προς σεαυτον και εσται σοι και εκεινοις φαγειν

22 και εποιησεν νωε παντα οσα ενετειλατο αυτω κυριος ο θεος ουτως εποιησεν

← Genesis 5   Genesis 7 →
Study the Inner Meaning

Main explanation(s) from Swedenborg's works:

Arcana Coelestia 554, 555, 556, 557, 558, 559

Inner Meaning of Prophets and Psalms 407

Commentary on this chapter:

Other references by Swedenborg to this chapter:

Arcana Coelestia 468, 470, 482, 515, 564, 565, 566, ...

Apocalypse Revealed 748

Conjugial Love 156

Doctrine of Sacred Scripture 103

Doctrine of the Lord 50

Show references from Swedenborg's unpublished works


Translate:
Share: