Genesis 5

Greek OT: LXX [A] Unaccented

Study the Inner Meaning

← Genesis 4   Genesis 6 →

1 αυτη η βιβλος γενεσεως ανθρωπων η ημερα εποιησεν ο θεος τον αδαμ κατ' εικονα θεου εποιησεν αυτον

2 αρσεν και θηλυ εποιησεν αυτους και ευλογησεν αυτους και επωνομασεν το ονομα αυτων αδαμ η ημερα εποιησεν αυτους

3 εζησεν δε αδαμ διακοσια και τριακοντα ετη και εγεννησεν κατα την ιδεαν αυτου και κατα την εικονα αυτου και επωνομασεν το ονομα αυτου σηθ

4 εγενοντο δε αι ημεραι αδαμ μετα το γεννησαι αυτον τον σηθ επτακοσια ετη και εγεννησεν υιους και θυγατερας

5 και εγενοντο πασαι αι ημεραι αδαμ ας εζησεν εννακοσια και τριακοντα ετη και απεθανεν

6 εζησεν δε σηθ διακοσια και πεντε ετη και εγεννησεν τον ενως

7 και εζησεν σηθ μετα το γεννησαι αυτον τον ενως επτακοσια και επτα ετη και εγεννησεν υιους και θυγατερας

8 και εγενοντο πασαι αι ημεραι σηθ εννακοσια και δωδεκα ετη και απεθανεν

9 και εζησεν ενως εκατον ενενηκοντα ετη και εγεννησεν τον καιναν

10 και εζησεν ενως μετα το γεννησαι αυτον τον καιναν επτακοσια και δεκα πεντε ετη και εγεννησεν υιους και θυγατερας

11 και εγενοντο πασαι αι ημεραι ενως εννακοσια και πεντε ετη και απεθανεν

12 και εζησεν καιναν εκατον εβδομηκοντα ετη και εγεννησεν τον μαλελεηλ

13 και εζησεν καιναν μετα το γεννησαι αυτον τον μαλελεηλ επτακοσια και τεσσαρακοντα ετη και εγεννησεν υιους και θυγατερας

14 και εγενοντο πασαι αι ημεραι καιναν εννακοσια και δεκα ετη και απεθανεν

15 και εζησεν μαλελεηλ εκατον και εξηκοντα πεντε ετη και εγεννησεν τον ιαρεδ

16 και εζησεν μαλελεηλ μετα το γεννησαι αυτον τον ιαρεδ επτακοσια και τριακοντα ετη και εγεννησεν υιους και θυγατερας

17 και εγενοντο πασαι αι ημεραι μαλελεηλ οκτακοσια και ενενηκοντα πεντε ετη και απεθανεν

18 και εζησεν ιαρεδ εκατον και εξηκοντα δυο ετη και εγεννησεν τον ενωχ

19 και εζησεν ιαρεδ μετα το γεννησαι αυτον τον ενωχ οκτακοσια ετη και εγεννησεν υιους και θυγατερας

20 και εγενοντο πασαι αι ημεραι ιαρεδ εννακοσια και εξηκοντα δυο ετη και απεθανεν

21 και εζησεν ενωχ εκατον και εξηκοντα πεντε ετη και εγεννησεν τον μαθουσαλα

22 ευηρεστησεν δε ενωχ τω θεω μετα το γεννησαι αυτον τον μαθουσαλα διακοσια ετη και εγεννησεν υιους και θυγατερας

23 και εγενοντο πασαι αι ημεραι ενωχ τριακοσια εξηκοντα πεντε ετη

24 και ευηρεστησεν ενωχ τω θεω και ουχ ηυρισκετο οτι μετεθηκεν αυτον ο θεος

25 και εζησεν μαθουσαλα εκατον και εξηκοντα επτα ετη και εγεννησεν τον λαμεχ

26 και εζησεν μαθουσαλα μετα το γεννησαι αυτον τον λαμεχ οκτακοσια δυο ετη και εγεννησεν υιους και θυγατερας

27 και εγενοντο πασαι αι ημεραι μαθουσαλα ας εζησεν εννακοσια και εξηκοντα εννεα ετη και απεθανεν

28 και εζησεν λαμεχ εκατον ογδοηκοντα οκτω ετη και εγεννησεν υιον

29 και επωνομασεν το ονομα αυτου νωε λεγων ουτος διαναπαυσει ημας απο των εργων ημων και απο των λυπων των χειρων ημων και απο της γης ης κατηρασατο κυριος ο θεος

30 και εζησεν λαμεχ μετα το γεννησαι αυτον τον νωε πεντακοσια και εξηκοντα πεντε ετη και εγεννησεν υιους και θυγατερας

31 και εγενοντο πασαι αι ημεραι λαμεχ επτακοσια και πεντηκοντα τρια ετη και απεθανεν

32 και ην νωε ετων πεντακοσιων και εγεννησεν νωε τρεις υιους τον σημ τον χαμ τον ιαφεθ

← Genesis 4   Genesis 6 →
Study the Inner Meaning

Main explanation(s) from Swedenborg's works:

Arcana Coelestia 460, 461, 462, 463, 464, 465, 466, ...

Inner Meaning of Prophets and Psalms 405, 406

Commentary on this chapter:

Other references by Swedenborg to this chapter:

Arcana Coelestia 468, 469, 470, 471, 472, 473, 474, ...

Conjugial Love 132, 156

Doctrine of Sacred Scripture 21, 103

True Christian Religion 48

Show references from Swedenborg's unpublished works



Translate:
Share: