Genesis 4

Greek OT: LXX [A] Unaccented

Study the Inner Meaning

← Genesis 3   Genesis 5 →

1 αδαμ δε εγνω ευαν την γυναικα αυτου και συλλαβουσα ετεκεν τον καιν και ειπεν εκτησαμην ανθρωπον δια του θεου

2 και προσεθηκεν τεκειν τον αδελφον αυτου τον αβελ και εγενετο αβελ ποιμην προβατων καιν δε ην εργαζομενος την γην

3 και εγενετο μεθ' ημερας ηνεγκεν καιν απο των καρπων της γης θυσιαν τω κυριω

4 και αβελ ηνεγκεν και αυτος απο των πρωτοτοκων των προβατων αυτου και απο των στεατων αυτων και επειδεν ο θεος επι αβελ και επι τοις δωροις αυτου

5 επι δε καιν και επι ταις θυσιαις αυτου ου προσεσχεν και ελυπησεν τον καιν λιαν και συνεπεσεν τω προσωπω

6 και ειπεν κυριος ο θεος τω καιν ινα τι περιλυπος εγενου και ινα τι συνεπεσεν το προσωπον σου

7 ουκ εαν ορθως προσενεγκης ορθως δε μη διελης ημαρτες ησυχασον προς σε η αποστροφη αυτου και συ αρξεις αυτου

8 και ειπεν καιν προς αβελ τον αδελφον αυτου διελθωμεν εις το πεδιον και εγενετο εν τω ειναι αυτους εν τω πεδιω και ανεστη καιν επι αβελ τον αδελφον αυτου και απεκτεινεν αυτον

9 και ειπεν ο θεος προς καιν που εστιν αβελ ο αδελφος σου ο δε ειπεν ου γινωσκω μη φυλαξ του αδελφου μου ειμι εγω

10 και ειπεν ο θεος τι εποιησας φωνη αιματος του αδελφου σου βοα προς με εκ της γης

11 και νυν επικαταρατος συ απο της γης η εχανεν το στομα αυτης δεξασθαι το αιμα του αδελφου σου εκ της χειρος σου

12 οτι εργα την γην και ου προσθησει την ισχυν αυτης δουναι σοι στενων και τρεμων εση επι της γης

13 και ειπεν καιν προς τον κυριον μειζων η αιτια μου του αφεθηναι με

14 ει εκβαλλεις με σημερον απο προσωπου της γης και απο του προσωπου σου κρυβησομαι και εσομαι στενων και τρεμων επι της γης και εσται πας ο ευρισκων με αποκτενει με

15 και ειπεν αυτω κυριος ο θεος ουχ ουτως πας ο αποκτεινας καιν επτα εκδικουμενα παραλυσει και εθετο κυριος ο θεος σημειον τω καιν του μη ανελειν αυτον παντα τον ευρισκοντα αυτον

16 εξηλθεν δε καιν απο προσωπου του θεου και ωκησεν εν γη ναιδ κατεναντι εδεμ

17 και εγνω καιν την γυναικα αυτου και συλλαβουσα ετεκεν τον ενωχ και ην οικοδομων πολιν και επωνομασεν την πολιν επι τω ονοματι του υιου αυτου ενωχ

18 εγενηθη δε τω ενωχ γαιδαδ και γαιδαδ εγεννησεν τον μαιηλ και μαιηλ εγεννησεν τον μαθουσαλα και μαθουσαλα εγεννησεν τον λαμεχ

19 και ελαβεν εαυτω λαμεχ δυο γυναικας ονομα τη μια αδα και ονομα τη δευτερα σελλα

20 και ετεκεν αδα τον ιωβελ ουτος ην ο πατηρ οικουντων εν σκηναις κτηνοτροφων

21 και ονομα τω αδελφω αυτου ιουβαλ ουτος ην ο καταδειξας ψαλτηριον και κιθαραν

22 σελλα δε ετεκεν και αυτη τον θοβελ και ην σφυροκοπος χαλκευς χαλκου και σιδηρου αδελφη δε θοβελ νοεμα

23 ειπεν δε λαμεχ ταις εαυτου γυναιξιν αδα και σελλα ακουσατε μου της φωνης γυναικες λαμεχ ενωτισασθε μου τους λογους οτι ανδρα απεκτεινα εις τραυμα εμοι και νεανισκον εις μωλωπα εμοι

24 οτι επτακις εκδεδικηται εκ καιν εκ δε λαμεχ εβδομηκοντακις επτα

25 εγνω δε αδαμ ευαν την γυναικα αυτου και συλλαβουσα ετεκεν υιον και επωνομασεν το ονομα αυτου σηθ λεγουσα εξανεστησεν γαρ μοι ο θεος σπερμα ετερον αντι αβελ ον απεκτεινεν καιν

26 και τω σηθ εγενετο υιος επωνομασεν δε το ονομα αυτου ενως ουτος ηλπισεν επικαλεισθαι το ονομα κυριου του θεου

← Genesis 3   Genesis 5 →
Study the Inner Meaning

Main explanation(s) from Swedenborg's works:

Arcana Coelestia 324, 325, 326, 327, 328, 329, 330, ...

Inner Meaning of Prophets and Psalms 405

Commentary on this chapter:

Other references by Swedenborg to this chapter:

Arcana Coelestia 337, 338, 339, 340, 341, 342, 343, ...

Doctrine of Sacred Scripture 103

True Christian Religion 466

Show references from Swedenborg's unpublished works


Translate:
Share: