Genesis 3

Greek OT: LXX [A] Unaccented

Study the Inner Meaning

← Genesis 2   Genesis 4 →

1 ο δε οφις ην φρονιμωτατος παντων των θηριων των επι της γης ων εποιησεν κυριος ο θεος και ειπεν ο οφις τη γυναικι τι οτι ειπεν ο θεος ου μη φαγητε απο παντος ξυλου του εν τω παραδεισω

2 και ειπεν η γυνη τω οφει απο καρπου ξυλου του παραδεισου φαγομεθα

3 απο δε καρπου του ξυλου ο εστιν εν μεσω του παραδεισου ειπεν ο θεος ου φαγεσθε απ' αυτου ουδε μη αψησθε αυτου ινα μη αποθανητε

4 και ειπεν ο οφις τη γυναικι ου θανατω αποθανεισθε

5 ηδει γαρ ο θεος οτι εν η αν ημερα φαγητε απ' αυτου διανοιχθησονται υμων οι οφθαλμοι και εσεσθε ως θεοι γινωσκοντες καλον και πονηρον

6 και ειδεν η γυνη οτι καλον το ξυλον εις βρωσιν και οτι αρεστον τοις οφθαλμοις ιδειν και ωραιον εστιν του κατανοησαι και λαβουσα του καρπου αυτου εφαγεν και εδωκεν και τω ανδρι αυτης μετ' αυτης και εφαγον

7 και διηνοιχθησαν οι οφθαλμοι των δυο και εγνωσαν οτι γυμνοι ησαν και ερραψαν φυλλα συκης και εποιησαν εαυτοις περιζωματα

8 και ηκουσαν την φωνην κυριου του θεου περιπατουντος εν τω παραδεισω το δειλινον και εκρυβησαν ο τε αδαμ και η γυνη αυτου απο προσωπου κυριου του θεου εν μεσω του ξυλου του παραδεισου

9 και εκαλεσεν κυριος ο θεος τον αδαμ και ειπεν αυτω αδαμ που ει

10 και ειπεν αυτω την φωνην σου ηκουσα περιπατουντος εν τω παραδεισω και εφοβηθην οτι γυμνος ειμι και εκρυβην

11 και ειπεν αυτω τις ανηγγειλεν σοι οτι γυμνος ει μη απο του ξυλου ου ενετειλαμην σοι τουτου μονου μη φαγειν απ' αυτου εφαγες

12 και ειπεν ο αδαμ η γυνη ην εδωκας μετ' εμου αυτη μοι εδωκεν απο του ξυλου και εφαγον

13 και ειπεν κυριος ο θεος τη γυναικι τι τουτο εποιησας και ειπεν η γυνη ο οφις ηπατησεν με και εφαγον

14 και ειπεν κυριος ο θεος τω οφει οτι εποιησας τουτο επικαταρατος συ απο παντων των κτηνων και απο παντων των θηριων της γης επι τω στηθει σου και τη κοιλια πορευση και γην φαγη πασας τας ημερας της ζωης σου

15 και εχθραν θησω ανα μεσον σου και ανα μεσον της γυναικος και ανα μεσον του σπερματος σου και ανα μεσον του σπερματος αυτης αυτος σου τηρησει κεφαλην και συ τηρησεις αυτου πτερναν

16 και τη γυναικι ειπεν πληθυνων πληθυνω τας λυπας σου και τον στεναγμον σου εν λυπαις τεξη τεκνα και προς τον ανδρα σου η αποστροφη σου και αυτος σου κυριευσει

17 τω δε αδαμ ειπεν οτι ηκουσας της φωνης της γυναικος σου και εφαγες απο του ξυλου ου ενετειλαμην σοι τουτου μονου μη φαγειν απ' αυτου επικαταρατος η γη εν τοις εργοις σου εν λυπαις φαγη αυτην πασας τας ημερας της ζωης σου

18 ακανθας και τριβολους ανατελει σοι και φαγη τον χορτον του αγρου

19 εν ιδρωτι του προσωπου σου φαγη τον αρτον σου εως του αποστρεψαι σε εις την γην εξ ης ελημφθης οτι γη ει και εις γην απελευση

20 και εκαλεσεν αδαμ το ονομα της γυναικος αυτου ζωη οτι αυτη μητηρ παντων των ζωντων

21 και εποιησεν κυριος ο θεος τω αδαμ και τη γυναικι αυτου χιτωνας δερματινους και ενεδυσεν αυτους

22 και ειπεν ο θεος ιδου αδαμ γεγονεν ως εις εξ ημων του γινωσκειν καλον και πονηρον και νυν μηποτε εκτεινη την χειρα και λαβη του ξυλου της ζωης και φαγη και ζησεται εις τον αιωνα

23 και εξαπεστειλεν αυτον κυριος ο θεος εκ του παραδεισου της τρυφης εργαζεσθαι την γην εξ ης ελημφθη

24 και εξεβαλεν τον αδαμ και κατωκισεν αυτον απεναντι του παραδεισου της τρυφης και εταξεν τα χερουβιμ και την φλογινην ρομφαιαν την στρεφομενην φυλασσειν την οδον του ξυλου της ζωης

← Genesis 2   Genesis 4 →
Study the Inner Meaning

Main explanation(s) from Swedenborg's works:

Arcana Coelestia 190, 191, 192, 193, 234, 235, 236, ...

Inner Meaning of Prophets and Psalms 404

Commentary on this chapter:

Other references by Swedenborg to this chapter:

Arcana Coelestia 194, 195, 196, 197, 198, 199, 200, ...

Apocalypse Revealed 239, 455, 538, 550, 562, 565, 788, ...

Conjugial Love 132, 135, 156, 353, 413, 444

Divine Providence 211, 275, 310, 313

Doctrine of Sacred Scripture 97, 103

Doctrine of the Lord 19

Heaven and Hell 341

The Last Judgment (Continuation) 61, 62

True Christian Religion 48, 260, 380, 470, 498, 508, 606, ...

Show references from Swedenborg's unpublished works


Translate:
Share: