Genesis 10

Greek OT: LXX [A] Unaccented

Study the Inner Meaning

← Genesis 9   Genesis 11 →

1 αυται δε αι γενεσεις των υιων νωε σημ χαμ ιαφεθ και εγενηθησαν αυτοις υιοι μετα τον κατακλυσμον

2 υιοι ιαφεθ γαμερ και μαγωγ και μαδαι και ιωυαν και ελισα και θοβελ και μοσοχ και θιρας

3 και υιοι γαμερ ασχαναζ και ριφαθ και θοργαμα

4 και υιοι ιωυαν ελισα και θαρσις κιτιοι ροδιοι

5 εκ τουτων αφωρισθησαν νησοι των εθνων εν τη γη αυτων εκαστος κατα γλωσσαν εν ταις φυλαις αυτων και εν τοις εθνεσιν αυτων

6 υιοι δε χαμ χους και μεσραιμ φουδ και χανααν

7 υιοι δε χους σαβα και ευιλα και σαβαθα και ρεγμα και σαβακαθα υιοι δε ρεγμα σαβα και δαδαν

8 χους δε εγεννησεν τον νεβρωδ ουτος ηρξατο ειναι γιγας επι της γης

9 ουτος ην γιγας κυνηγος εναντιον κυριου του θεου δια τουτο ερουσιν ως νεβρωδ γιγας κυνηγος εναντιον κυριου

10 και εγενετο αρχη της βασιλειας αυτου βαβυλων και ορεχ και αρχαδ και χαλαννη εν τη γη σεννααρ

11 εκ της γης εκεινης εξηλθεν ασσουρ και ωκοδομησεν την νινευη και την ροωβωθ πολιν και την χαλαχ

12 και την δασεμ ανα μεσον νινευη και ανα μεσον χαλαχ αυτη η πολις η μεγαλη

13 και μεσραιμ εγεννησεν τους λουδιιμ και τους ενεμετιιμ και τους λαβιιμ και τους νεφθαλιιμ

14 και τους πατροσωνιιμ και τους χασλωνιιμ οθεν εξηλθεν εκειθεν φυλιστιιμ και τους καφθοριιμ

15 χανααν δε εγεννησεν τον σιδωνα πρωτοτοκον και τον χετταιον

16 και τον ιεβουσαιον και τον αμορραιον και τον γεργεσαιον

17 και τον ευαιον και τον αρουκαιον και τον ασενναιον

18 και τον αραδιον και τον σαμαραιον και τον αμαθι και μετα τουτο διεσπαρησαν αι φυλαι των χαναναιων

19 και εγενοντο τα ορια των χαναναιων απο σιδωνος εως ελθειν εις γεραρα και γαζαν εως ελθειν σοδομων και γομορρας αδαμα και σεβωιμ εως λασα

20 ουτοι υιοι χαμ εν ταις φυλαις αυτων κατα γλωσσας αυτων εν ταις χωραις αυτων και εν τοις εθνεσιν αυτων

21 και τω σημ εγενηθη και αυτω πατρι παντων των υιων εβερ αδελφω ιαφεθ του μειζονος

22 υιοι σημ αιλαμ και ασσουρ και αρφαξαδ και λουδ και αραμ και καιναν

23 και υιοι αραμ ως και ουλ και γαθερ και μοσοχ

24 και αρφαξαδ εγεννησεν τον καιναν και καιναν εγεννησεν τον σαλα σαλα δε εγεννησεν τον εβερ

25 και τω εβερ εγενηθησαν δυο υιοι ονομα τω ενι φαλεκ οτι εν ταις ημεραις αυτου διεμερισθη η γη και ονομα τω αδελφω αυτου ιεκταν

26 ιεκταν δε εγεννησεν τον ελμωδαδ και τον σαλεφ και ασαρμωθ και ιαραχ

27 και οδορρα και αιζηλ και δεκλα

28 και αβιμεηλ και σαβευ

29 και ουφιρ και ευιλα και ιωβαβ παντες ουτοι υιοι ιεκταν

30 και εγενετο η κατοικησις αυτων απο μασση εως ελθειν εις σωφηρα ορος ανατολων

31 ουτοι υιοι σημ εν ταις φυλαις αυτων κατα γλωσσας αυτων εν ταις χωραις αυτων και εν τοις εθνεσιν αυτων

32 αυται αι φυλαι υιων νωε κατα γενεσεις αυτων κατα τα εθνη αυτων απο τουτων διεσπαρησαν νησοι των εθνων επι της γης μετα τον κατακλυσμον

← Genesis 9   Genesis 11 →
Study the Inner Meaning

Main explanation(s) from Swedenborg's works:

Arcana Coelestia 1130, 1131, 1132, 1133, 1134, 1135, 1136, ...

Inner Meaning of Prophets and Psalms 411

Commentary on this chapter:


Translate:
Share: